Ὁμήρου Ἰλιὰς Ε

 

(ed. D. B. Monro and T. W. Allen. Oxford, 1920)

 

 

Ἔνθ᾽ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη

δῶκε μένος καὶ θάρσος, ἵν᾽ ἔκδηλος μετὰ πᾶσιν

Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·

δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ

ἀστέρ᾽ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα 5

λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·

τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,

ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.

Ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων

ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην        10

Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.

Τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·

τὼ μὲν ἀφ᾽ ἵπποιιν, ὃ δ᾽ ἀπὸ χθονὸς ὄρνυτο πεζός.

Οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες

Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·  15

Τυδεΐδεω δ᾽ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ᾽ ἀκωκὴ

ἔγχεος, οὐδ᾽ ἔβαλ᾽ αὐτόν· ὃ δ᾽ ὕστερος ὄρνυτο χαλκῷ

Τυδεΐδης· τοῦ δ᾽ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,

ἀλλ᾽ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δ᾽ ἀφ᾽ ἵππων.

Ἰδαῖος δ᾽ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,   20

οὐδ᾽ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·

οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,

ἀλλ᾽ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,

ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.

Ἵππους δ᾽ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς      25

δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.

Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος

τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρ᾽ ὄχεσφι,

πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη

χειρὸς ἑλοῦσ᾽ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·  30

Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα

οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς

μάρνασθ᾽, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,

νῶϊ δὲ χαζώμεσθα, Διὸς δ᾽ ἀλεώμεθα μῆνιν;

ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·    35

τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ᾽ ἠϊόεντι Σκαμάνδρῳ,

Τρῶας δ᾽ ἔκλιναν Δαναοί· ἕλε δ᾽ ἄνδρα ἕκαστος

ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων

ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·

πρτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν    40

ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,

δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.

Ἰδομενεὺς δ᾽ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν

Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.

Τὸν μὲν ἄρ᾽ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ       45

νύξ᾽ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·

ἤριπε δ᾽ ἐξ ὀχέων, στυγερὸς δ᾽ ἄρα μιν σκότος εἷλε.

Τὸν μὲν ἄρ᾽ Ἰδομενῆος ἐσύλευον θεράποντες·

υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης

Ἀτρεΐδης Μενέλαος ἕλ᾽ ἔγχεϊ ὀξυόεντι 50

ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ

βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·

ἀλλ᾽ οὔ οἱ τότε γε χραῖσμ᾽ Ἄρτεμις ἰοχέαιρα,

οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·

ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος 55

πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ

ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,

ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.

Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν

Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα 60

τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·

ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας

ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο

οἷ τ᾽ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.

Τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων    65

βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ

ἀντικρὺ κατὰ κύστιν ὑπ᾽ ὀστέον ἤλυθ᾽ ἀκωκή·

γνὺξ δ᾽ ἔριπ᾽ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.

Πήδαιον δ᾽ ἄρ᾽ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν

ὅς ῥα νόθος μὲν ἔην, πύκα δ᾽ ἔτρεφε δῖα Θεανὼ 70

ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.

Τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν

βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·

ἀντικρὺ δ᾽ ἀν᾽ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·

ἤριπε δ᾽ ἐν κονίῃ, ψυχρὸν δ᾽ ἕλε χαλκὸν ὀδοῦσιν.      75

Εὐρύπυλος δ᾽ Εὐαιμονίδης Ὑψήνορα δῖον

υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου

ἀρητὴρ ἐτέτυκτο, θεὸς δ᾽ ὣς τίετο δήμῳ,

τὸν μὲν ἄρ᾽ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,

πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ᾽ ὦμον 80

φασγάνῳ ἀΐξας, ἀπὸ δ᾽ ἔξεσε χεῖρα βαρεῖαν·

αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατ᾽ ὄσσε

ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.

Ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·

Τυδεΐδην δ᾽ οὐκ ἂν γνοίης ποτέροισι μετείη 85

ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετ᾽ Ἀχαιοῖς.

Θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς

χειμάρρῳ, ὅς τ᾽ ὦκα ῥέων ἐκέδασσε γεφύρας·

τὸν δ᾽ οὔτ᾽ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,

οὔτ᾽ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων     90

ἐλθόντ᾽ ἐξαπίνης ὅτ᾽ ἐπιβρίσῃ Διὸς ὄμβρος·

πολλὰ δ᾽ ὑπ᾽ αὐτοῦ ἔργα κατήριπε κάλ᾽ αἰζηῶν·

ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες

Τρώων, οὐδ᾽ ἄρα μιν μίμνον πολέες περ ἐόντες.

Τὸν δ᾽ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς       95

θνοντ μ πεδον πρ θεν κλονοντα φλαγγας,

αψ π Τυδεδ τιτανετο καμπλα τξα,

κα βλ πασσοντα τυχν κατ δεξιν μον

θρηκος γαλον· δι δ πτατο πικρς ϊστς,

ντικρ δ δισχε, παλσσετο δ αματι θρηξ. 100

Τ δ π μακρν ϋσε Λυκονος γλας υἱός·

ρνυσθε Τρες μεγθυμοι κντορες ππων·

ββληται γρ ριστος χαιν, οδ φημι

δθ νσχσεσθαι κρατερν βλος, ε τεν με

ρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.   105

Ὣς ἔφατ᾽ εὐχόμενος· τὸν δ᾽ οὐ βέλος ὠκὺ δάμασσεν,

ἀλλ᾽ ἀναχωρήσας πρόσθ᾽ ἵπποιιν καὶ ὄχεσφιν

ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·

ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,

ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.  110

Ὣς ἄρ᾽ ἔφη, Σθένελος δὲ καθ᾽ ἵππων ἆλτο χαμᾶζε,

πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ᾽ ὤμου·

αἷμα δ᾽ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.

Δὴ τότ᾽ ἔπειτ᾽ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·

κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,   115

εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης

δηΐῳ ἐν πολέμῳ, νῦν αὖτ᾽ ἐμὲ φῖλαι Ἀθήνη·

δὸς δέ τέ μ᾽ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν

ὅς μ᾽ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι

δηρὸν ἔτ᾽ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.   120

ὣς ἔφατ᾽ εὐχόμενος· τοῦ δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη,

γυῖα δ᾽ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·

ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·

θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·

ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα     125

ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·

ἀχλὺν δ᾽ αὖ τοι ἀπ᾽ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,

ὄφρ᾽ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.

τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ᾽ ἵκηται

μή τι σύ γ᾽ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι  130

τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη

ἔλθῃσ᾽ ἐς πόλεμον, τήν γ᾽ οὐτάμεν ὀξέϊ χαλκῷ.

ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη,

Τυδεΐδης δ᾽ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη

καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·   135

δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα

Ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ᾽ εἰροπόκοις ὀΐεσσι

χραύσῃ μέν τ᾽ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·

τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ᾽ οὐ προσαμύνει,

ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ᾽ ἐρῆμα φοβεῖται·   140

αἳ μέν τ᾽ ἀγχιστῖναι ἐπ᾽ ἀλλήλῃσι κέχυνται,

αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·

ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.

Ἔνθ᾽ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,

τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,       145

τὸν δ᾽ ἕτερον ξίφεϊ μεγάλῳ κληῖδα παρ᾽ ὦμον

πλῆξ᾽, ἀπὸ δ᾽ αὐχένος ὦμον ἐέργαθεν ἠδ᾽ ἀπὸ νώτου.

Τοὺς μὲν ἔασ᾽, ὃ δ᾽ Ἄβαντα μετῴχετο καὶ Πολύειδον

υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·

τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατ᾽ ὀνείρους, 150

ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·

βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε

ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,

υἱὸν δ᾽ οὐ τέκετ᾽ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.

Ἔνθ᾽ ὅ γε τοὺς ἐνάριζε, φίλον δ᾽ ἐξαίνυτο θυμὸν       155

ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ

λεῖπ᾽, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε

δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.

Ἔνθ᾽ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο

εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.   160

Ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ

πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,

ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς

βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχε᾽ ἐσύλα·

ἵππους δ᾽ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.      165

Τὸν δ᾽ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,

βῆ δ᾽ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων

Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·

εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,

στῆ δὲ πρόσθ᾽ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·   170

Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ

καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ᾽ ἀνήρ,

οὐδέ τις ἐν Λυκίῃ σέο γ᾽ εὔχεται εἶναι ἀμείνων.

Ἀλλ᾽ ἄγε τῷδ᾽ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν

ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε        175

Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ᾽ ἔλυσεν·

εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν

ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.

Τὸν δ᾽ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·

Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων     180

Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,

ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,

ἵππους τ᾽ εἰσορόων· σάφα δ᾽ οὐκ οἶδ᾽ εἰ θεός ἐστιν.

Εἰ δ᾽ ὅ γ᾽ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς

οὐχ ὅ γ᾽ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι    185

ἕστηκ᾽ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,

ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.

Ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον

δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·

καί μιν ἔγωγ᾽ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,    190

ἔμπης δ᾽ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.

Ἵπποι δ᾽ οὐ παρέασι καὶ ἅρματα τῶν κ᾽ ἐπιβαίην·

ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι

καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι

πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι 195

ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.

Ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων

ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·

ἵπποισίν μ᾽ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα

ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας· 200

ἀλλ᾽ ἐγὼ οὐ πιθόμην· ἦ τ᾽ ἂν πολὺ κέρδιον ἦεν·

ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς

ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.

Ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα

τόξοισιν πίσυνος· τὰ δέ μ᾽ οὐκ ἄρ᾽ ἔμελλον ὀνήσειν. 205

Ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα

Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δ᾽ ἀμφοτέροιιν

ἀτρεκὲς αἷμ᾽ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.

Τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα

ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν     210

ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.

Εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι

πατρίδ᾽ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,

αὐτίκ᾽ ἔπειτ᾽ ἀπ᾽ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς

εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην   215

χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.

Τὸν δ᾽ αὖτ᾽ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·

μὴ δ᾽ οὕτως ἀγόρευε· πάρος δ᾽ οὐκ ἔσσεται ἄλλως,

πρίν γ᾽ ἐπὶ νὼ τῷδ᾽ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν

ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.     220

Ἀλλ᾽ ἄγ᾽ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι

οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο

κραιπνὰ μάλ᾽ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·

τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε

Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.       225

Ἀλλ᾽ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα

δέξαι, ἐγὼ δ᾽ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·

ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δ᾽ ἐμοὶ ἵπποι.

Τὸν δ᾽ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·

Αἰνεία σὺ μὲν αὐτὸς ἔχ᾽ ἡνία καὶ τεὼ ἵππω· 230

μᾶλλον ὑφ᾽ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα

οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·

μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδ᾽ ἐθέλητον

ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,

νῶϊ δ᾽ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς 235

αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.

Ἀλλὰ σύ γ᾽ αὐτὸς ἔλαυνε τέ᾽ ἅρματα καὶ τεὼ ἵππω,

τὸν δὲ δ᾽ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.

Ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες

ἐμμεμαῶτ᾽ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους. 240

Τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,

αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·

Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,

ἄνδρ᾽ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι

ἶν᾽ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς     245

Πάνδαρος, υἱὸς δ᾽ αὖτε Λυκάονος εὔχεται εἶναι·

Αἰνείας δ᾽ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο

εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστ᾽ Ἀφροδίτη.

Ἀλλ᾽ ἄγε δὴ χαζώμεθ᾽ ἐφ᾽ ἵππων, μηδέ μοι οὕτω

θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.     250

Τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·

μή τι φόβον δ᾽ ἀγόρευ᾽, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.

Οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι

οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·

ὀκνείω δ᾽ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως   255

ἀντίον εἶμ᾽ αὐτῶν· τρεῖν μ᾽ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.

Τούτω δ᾽ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι

ἄμφω ἀφ᾽ ἡμείων, εἴ γ᾽ οὖν ἕτερός γε φύγῃσιν.

Ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·

αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ  260

ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους

αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,

Αἰνείαο δ᾽ ἐπαΐξαι μεμνημένος ἵππων,

ἐκ δ᾽ ἐλάσαι Τρώων μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς.

Τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς    265

δῶχ᾽ υἷος ποινὴν Γανυμήδεος, οὕνεκ᾽ ἄριστοι

ἵππων ὅσσοι ἔασιν ὑπ᾽ ἠῶ τ᾽ ἠέλιόν τε,

τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης

λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·

τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.  270

Τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ᾽ ἐπὶ φάτνῃ,

τὼ δὲ δύ᾽ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.

Εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.

Ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

τὼ δὲ τάχ᾽ ἐγγύθεν ἦλθον ἐλαύνοντ᾽ ὠκέας ἵππους. 275

Τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·

καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ

ἦ μάλα σ᾽ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·

νῦν αὖτ᾽ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.

Ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος        280

καὶ βάλε Τυδεΐδαο κατ᾽ ἀσπίδα· τῆς δὲ διὰ πρὸ

αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·

τῷ δ᾽ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·

βέβληαι κενεῶνα διαμπερές, οὐδέ σ᾽ ὀΐω

δηρὸν ἔτ᾽ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγ᾽ εὖχος ἔδωκας.  285

Τὸν δ᾽ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·

ἤμβροτες οὐδ᾽ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γ᾽ ὀΐω

πρίν γ᾽ ἀποπαύσεσθαι πρίν γ᾽ ἢ ἕτερόν γε πεσόντα

αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.

Ὣς φάμενος προέηκε· βέλος δ᾽ ἴθυνεν Ἀθήνη     290

ῥῖνα παρ᾽ ὀφθαλμόν, λευκοὺς δ᾽ ἐπέρησεν ὀδόντας.

Τοῦ δ᾽ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,

αἰχμὴ δ᾽ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·

ἤριπε δ᾽ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ

αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι  295

ὠκύποδες· τοῦ δ᾽ αὖθι λύθη ψυχή τε μένος τε.

Αἰνείας δ᾽ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ

δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.

Ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,

πρόσθε δέ οἱ δόρυ τ᾽ ἔσχε καὶ ἀσπίδα πάντοσ᾽ ἐΐσην,       300

τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ᾽ ἀντίος ἔλθοι

σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ

Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γ᾽ ἄνδρε φέροιεν,

οἷοι νῦν βροτοί εἰσ᾽· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.

Τῷ βάλεν Αἰνείαο κατ᾽ ἰσχίον ἔνθά τε μηρὸς       305

ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·

θλάσσε δέ οἱ κοτύλην, πρὸς δ᾽ ἄμφω ῥῆξε τένοντε·

ὦσε δ᾽ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γ᾽ ἥρως

ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ

γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.   310

Καί νύ κεν ἔνθ᾽ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,

εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη

μήτηρ, ἥ μιν ὑπ᾽ Ἀγχίσῃ τέκε βουκολέοντι·

ἀμφὶ δ᾽ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,

πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν 315

ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων

χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.

Ἣ μὲν ἑὸ_