Ὁμήρου Ἰλιὰς N

 

(ed. D. B. Monro and T. W. Allen. Oxford, 1920)

 

Ζεὺς δ᾽ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,

τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τ᾽ ἐχέμεν καὶ ὀϊζὺν

νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ

νόσφιν ἐφ᾽ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν

Μυσῶν τ᾽ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν 5

γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.

ἐς Τροίην δ᾽ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·

οὐ γὰρ ὅ γ᾽ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν

ἐλθόντ᾽ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.

οὐδ᾽ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων·   10

καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε

ὑψοῦ ἐπ᾽ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης

Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,

φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.

ἔνθ᾽ ἄρ᾽ ὅ γ᾽ ἐξ ἁλὸς ἕζετ᾽ ἰών, ἐλέαιρε δ᾽ Ἀχαιοὺς    15

Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.

αὐτίκα δ᾽ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος

κραιπνὰ ποσὶ προβιβάς· τρέμε δ᾽ οὔρεα μακρὰ καὶ ὕλη

ποσσὶν ὑπ᾽ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.

τρὶς μὲν ὀρέξατ᾽ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ    20

Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης

χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.

ἔνθ᾽ ἐλθὼν ὑπ᾽ ὄχεσφι τιτύσκετο χαλκόποδ᾽ ἵππω

ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,

χρυσὸν δ᾽ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ᾽ ἱμάσθλην 25

χρυσείην εὔτυκτον, ἑοῦ δ᾽ ἐπεβήσετο δίφρου,

βῆ δ᾽ ἐλάαν ἐπὶ κύματ᾽· ἄταλλε δὲ κήτε᾽ ὑπ᾽ αὐτοῦ

πάντοθεν ἐκ κευθμῶν, οὐδ᾽ ἠγνοίησεν ἄνακτα·

γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο

ῥίμφα μάλ᾽, οὐδ᾽ ὑπένερθε διαίνετο χάλκεος ἄξων·   30

τὸν δ᾽ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.

ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης

μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·

ἔνθ᾽ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων

λύσας ἐξ ὀχέων, παρὰ δ᾽ ἀμβρόσιον βάλεν εἶδαρ      35

ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας

ἀρρήκτους ἀλύτους, ὄφρ᾽ ἔμπεδον αὖθι μένοιεν

νοστήσαντα ἄνακτα· ὃ δ᾽ ἐς στρατὸν ᾤχετ᾽ Ἀχαιῶν.

Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ

Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο 40

ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν

αἱρήσειν, κτενέειν δὲ παρ᾽ αὐτόθι πάντας ἀρίστους.

ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος

Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν

εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·  45

Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·

Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν

ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.

ἄλλῃ μὲν γὰρ ἔγωγ᾽ οὐ δείδια χεῖρας ἀάπτους

Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·    50

ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·

τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,

ᾗ ῥ᾽ ὅ γ᾽ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει

Ἕκτωρ, ὃς Διὸς εὔχετ᾽ ἐρισθενέος πάϊς εἶναι.

σφῶϊν δ᾽ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν  55

αὐτώ θ᾽ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·

τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ᾽ ἀπὸ νηῶν

ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.

ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος

ἀμφοτέρω κεκόπων πλῆσεν μένεος κρατεροῖο,  60

γυῖα δ᾽ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.

αὐτὸς δ᾽ ὥς τ᾽ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,

ὅς ῥά τ᾽ ἀπ᾽ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς

ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,

ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.      65

τοῖιν δ᾽ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,

αἶψα δ᾽ ἄρ᾽ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·

Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι

μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,

οὐδ᾽ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·      70

ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων

ῥεῖ᾽ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·

καὶ δ᾽ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι

μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,

μαιμώωσι δ᾽ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.     75

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·

οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι

μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν

ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος

Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.      80

ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον

χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·

τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,

οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.

τῶν ῥ᾽ ἅμα τ᾽ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,  85

καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι

Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.

τοὺς οἵ γ᾽ εἰσορόωντες ὑπ᾽ ὀφρύσι δάκρυα λεῖβον·

οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπ᾽ ἐκ κακοῦ· ἀλλ᾽ ἐνοσίχθων

ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.        90

Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων

Πηνέλεών θ᾽ ἥρωα Θόαντά τε Δηΐπυρόν τε

Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·

τοὺς ὅ γ᾽ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·

αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε       95

μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·

εἰ δ᾽ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,

νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.

ὢ πόποι ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι

δεινν, ο ποτ γωγε τελευτσεσθαι φασκον,      100

Τρας φ μετρας ἰέναι νας, ο τ προς περ

φυζακινς λφοισιν οκεσαν, α τε καθ λην

θων παρδαλων τε λκων τ ϊα πλονται

ατως λσκουσαι νλκιδες, οδ πι χρμη·

ς Τρες τ πρν γε μνος κα χερας χαιν    105

μμνειν οκ θλεσκον ναντον, οδ βαιν·

νν δ κς πλιος κολς π νηυσ μχονται

γεμνος κακτητι μεθημοσνσ τε λαν,

ο κεν ρσαντες μυνμεν οκ θλουσι

νην κυπρων, λλ κτενονται ν ατς.      110

λλ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν

ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων

οὕνεκ᾽ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,

ἡμέας γ᾽ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.

ἀλλ᾽ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.       115

ὑμεῖς δ᾽ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς

πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδ᾽ ἂν ἔγωγε

ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη

λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.

ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον     120

τῇδε μεθημοσύνῃ· ἀλλ᾽ ἐν φρεσὶ θέσθε ἕκαστος

αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.

Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει

καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.

ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.       125

ἀμφὶ δ᾽ ἄρ᾽ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες

καρτεραί, ἃς οὔτ᾽ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν

οὔτε κ᾽ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι

κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,

φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·     130

ἀσπὶς ἄρ᾽ ἀσπίδ᾽ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ᾽ ἀνήρ·

ψαῦον δ᾽ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι

νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·

ἔγχεα δ᾽ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν

σειόμεν᾽· οἳ δ᾽ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.  135

Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ᾽ ἄρ᾽ Ἕκτωρ

ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,

ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ

ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·

ὕψι δ᾽ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θ᾽ ὑπ᾽ αὐτοῦ        140

ὕλη· ὃ δ᾽ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται

ἰσόπεδον, τότε δ᾽ οὔ τι κυλίνδεται ἐσσύμενός περ·

ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης

ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν

κτείνων· ἀλλ᾽ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι        145

στῆ ῥα μάλ᾽ ἐγχριμφθείς· οἳ δ᾽ ἀντίοι υἷες Ἀχαιῶν

νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν

ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.

ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·

Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ       150

παρμένετ᾽· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ

καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,

ἀλλ᾽ ὀΐω χάσσονται ὑπ᾽ ἔγχεος, εἰ ἐτεόν με

ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.

ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 155

Δηΐφοβος δ᾽ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει

Πριαμίδης, πρόσθεν δ᾽ ἔχεν ἀσπίδα πάντοσ᾽ ἐΐσην

κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.

Μηριόνης δ᾽ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ

καὶ βάλεν, οὐδ᾽ ἀφάμαρτε, κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην    160

ταυρείην· τῆς δ᾽ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν

ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ

ἀσπίδα ταυρείην σχέθ᾽ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ

ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γ᾽ ἥρως

ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δ᾽ αἰνῶς 165

ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.

βῆ δ᾽ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν

οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.

οἳ δ᾽ ἄλλοι μάρναντο, βοὴ δ᾽ ἄσβεστος ὀρώρει.

Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα 170

Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·

ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,

κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·

αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,

ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,    175

ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι.

τόν ῥ᾽ υἱὸς Τελαμῶνος ὑπ᾽ οὔατος ἔγχεϊ μακρῷ

νύξ᾽, ἐκ δ᾽ ἔσπασεν ἔγχος· ὃ δ᾽ αὖτ᾽ ἔπεσεν μελίη ὣς

ἥ τ᾽ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο

χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·      180

ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.

Τεῦκρος δ᾽ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·

Ἕκτωρ δ᾽ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.

ἀλλ᾽ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος

τυτθόν· ὃ δ᾽ Ἀμφίμαχον Κτεάτου υἷ᾽ Ἀκτορίωνος        185

νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·

δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.

Ἕκτωρ δ᾽ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν

κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·

Αἴας δ᾽ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ   190

Ἕκτορος· ἀλλ᾽ οὔ πῃ χροὸς εἴσατο, πᾶς δ᾽ ἄρα χαλκῷ

σμερδαλέῳ κεκάλυφθ᾽· ὃ δ᾽ ἄρ᾽ ἀσπίδος ὀμφαλὸν οὖτα,

ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατ᾽ ὀπίσσω

νεκρῶν ἀμφοτέρων, τοὺς δ᾽ ἐξείρυσσαν Ἀχαιοί.

Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς 195

ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·

Ἴμβριον αὖτ᾽ Αἴαντε μεμαότε θούριδος ἀλκῆς

ὥς τε δύ᾽ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων

ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ

ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε, 200

ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ

τεύχεα συλήτην· κεφαλὴν δ᾽ ἁπαλῆς ἀπὸ δειρῆς

κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,

ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δι᾽ ὁμίλου·

Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι. 205

καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη

υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,

βῆ δ᾽ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν

ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.

Ἰδομενεὺς δ᾽ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν   210

ἐρχόμενος παρ᾽ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο

ἦλθε κατ᾽ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.

τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δ᾽ ἰητροῖς ἐπιτείλας

ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα

ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων        215

εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι

ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι

Αἰτωλοῖσιν ἄνασσε, θεὸς δ᾽ ὣς τίετο δήμῳ·

Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ

οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;       220

τὸν δ᾽ αὖτ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·

ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γ᾽ αἴτιος, ὅσσον ἔγωγε

γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.

οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ

εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω 225

μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι

νωνύμνους ἀπολέσθαι ἀπ᾽ Ἄργεος ἐνθάδ᾽ Ἀχαιούς.

ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,

ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·

τὼ νῦν μήτ᾽ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.    230

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Ποσειδάων ἐνοσίχθων·

Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν

ἐκ Τροίης, ἀλλ᾽ αὖθι κυνῶν μέλπηθρα γένοιτο,

ὅς τις ἐπ᾽ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.

ἀλλ᾽ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δ᾽ ἅμα χρὴ 235

σπεύδειν, αἴ κ᾽ ὄφελός τι γενώμεθα καὶ δύ᾽ ἐόντε.

συμφερτὴ δ᾽ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,

νῶϊ δὲ καί κ᾽ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.

ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·

Ἰδομενεὺς δ᾽ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε        240

δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,

βῆ δ᾽ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων

χειρὶ λαβὼν ἐτίναξεν ἀπ᾽ αἰγλήεντος Ὀλύμπου

δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·

ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.  245

Μηριόνης δ᾽ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν

ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει

οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·

Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθ᾽ ἑταίρων

τίπτ᾽ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;       250

ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,

ἦέ τευ ἀγγελίης μετ᾽ ἔμ᾽ ἤλυθες; οὐδέ τοι αὐτὸς

ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.

τὸν δ᾽ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·

Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,    255

ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται

οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον

ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.

τὸν δ᾽ αὖτ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·

δούρατα δ᾽ αἴ κ᾽ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις      260

ἑσταότ᾽ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα

Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω

ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.

τώ μοι δούρατά τ᾽ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι

καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.   265

τὸν δ᾽ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·

καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ

πόλλ᾽ ἔναρα Τρώων· ἀλλ᾽ οὐ σχεδόν ἐστιν ἑλέσθαι.

οὐδὲ γὰρ οὐδ᾽ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,

ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν      270

ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.

ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων

λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.

τὸν δ᾽ αὖτ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·

οἶδ᾽ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;        275

εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι

ἐς λόχον, ἔνθα μάλιστ᾽ ἀρετὴ διαείδεται ἀνδρῶν,

ἔνθ᾽ ὅ τε δειλὸς ἀνὴρ ὅς τ᾽ ἄλκιμος ἐξεφαάνθη·

τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,

οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ᾽ ἐν φρεσὶ θυμός,        280

ἀλλὰ μετοκλάζει καὶ ἐπ᾽ ἀμφοτέρους πόδας ἵζει,

ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει

κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετ᾽ ὀδόντων·

τοῦ δ᾽ ἀγαθοῦ οὔτ᾽ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην

ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,       285

ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·

οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.

εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης

οὐκ ἂν ἐν αὐχέν᾽ ὄπισθε πέσοι βέλος οὐδ᾽ ἐνὶ νώτῳ,

ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε      290

πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.

ἀλλ᾽ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς

ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·

ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.

ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ        295

καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,

βῆ δὲ μετ᾽ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.

οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,

τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς

ἕσπετο, ὅς τ᾽ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·  300

τὼ μὲν ἄρ᾽ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,<