Ὁμήρου Ἰλιὰς Ω
(ed. D. B. Monro and T. W. Allen. Oxford, 1920)
λῦτο δ᾽ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι
ἐσκίδναντ᾽ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο
ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς
κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος
ᾕρει πανδαμάτωρ, ἀλλ᾽ ἐστρέφετ᾽ ἔνθα καὶ ἔνθα 5
Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,
ἠδ᾽ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·
τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,
ἄλλοτ᾽ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ᾽ αὖτε 10
ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δ᾽ ὀρθὸς ἀναστὰς
δινεύεσκ᾽ ἀλύων παρὰ θῖν᾽ ἁλός· οὐδέ μιν ἠὼς
φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ᾽ ἠϊόνας τε.
ἀλλ᾽ ὅ γ᾽ ἐπεὶ ζεύξειεν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους,
Ἕκτορα δ᾽ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν, 15
τρὶς δ᾽ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος
αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τ᾽ ἔασκεν
ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δ᾽ Ἀπόλλων
πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ᾽ ἐλεαίρων
καὶ τεθνηότα περ· περὶ δ᾽ αἰγίδι πάντα κάλυπτε 20
χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·
τὸν δ᾽ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,
κλέψαι δ᾽ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.
ἔνθ᾽ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθ᾽ Ἥρῃ 25
οὐδὲ Ποσειδάων᾽ οὐδὲ γλαυκώπιδι κούρῃ,
ἀλλ᾽ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ᾽ ἄτης,
ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,
τὴν δ᾽ ᾔνησ᾽ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν. 30
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκ τοῖο δυωδεκάτη γένετ᾽ ἠώς,
καὶ τότ᾽ ἄρ᾽ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·
σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθ᾽ ὑμῖν
Ἕκτωρ μηρί᾽ ἔκηε βοῶν αἰγῶν τε τελείων;
τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι 35
ᾗ τ᾽ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ
καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα
ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.
ἀλλ᾽ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ᾽ ἐπαρήγειν,
ᾧ οὔτ᾽ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα 40
γναμπτὸν ἐνὶ στήθεσσι, λέων δ᾽ ὣς ἄγρια οἶδεν,
ὅς τ᾽ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ
εἴξας εἶσ᾽ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·
ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς
γίγνεται, ἥ τ᾽ ἄνδρας μέγα σίνεται ἠδ᾽ ὀνίνησι. 45
μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι
ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·
ἀλλ᾽ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·
τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.
αὐτὰρ ὅ γ᾽ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, 50
ἵππων ἐξάπτων περὶ σῆμ᾽ ἑτάροιο φίλοιο
ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ᾽ ἄμεινον.
μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·
κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.
τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη· 55
εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε
εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.
Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·
αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ
θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν 60
Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετ᾽ ἀθανάτοισι.
πάντες δ᾽ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι
δαίνυ᾽ ἔχων φόρμιγγα κακῶν ἕταρ᾽, αἰὲν ἄπιστε.
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν· 65
οὐ μὲν γὰρ τιμή γε μί᾽ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ
φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·
ὣς γὰρ ἔμοιγ᾽, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. 70
ἀλλ᾽ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι,
λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ
μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.
ἀλλ᾽ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,
ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς 75
δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θ᾽ Ἕκτορα λύσῃ.
ὣς ἔφατ᾽, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης
ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.
ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν, 80
ἥ τε κατ᾽ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
ἔρχεται ὠμηστῇσιν ἐπ᾽ ἰχθύσι κῆρα φέρουσα.
εὗρε δ᾽ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δ᾽ ἄρ᾽ ἄλλαι
εἵαθ᾽ ὁμηγερέες ἅλιαι θεαί· ἣ δ᾽ ἐνὶ μέσσῃς
κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε 85
φθίσεσθ᾽ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ 90
μίσγεσθ᾽ ἀθανάτοισιν, ἔχω δ᾽ ἄχε᾽ ἄκριτα θυμῷ.
εἶμι μέν, οὐδ᾽ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.
ὣς ἄρα φωνήσασα κάλυμμ᾽ ἕλε δῖα θεάων
κυάνεον, τοῦ δ᾽ οὔ τι μελάντερον ἔπλετο ἔσθος.
βῆ δ᾽ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις 95
ἡγεῖτ᾽· ἀμφὶ δ᾽ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.
ἀκτὴν δ᾽ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,
εὗρον δ᾽ εὐρύοπα Κρονίδην, περὶ δ᾽ ἄλλοι ἅπαντες
εἵαθ᾽ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.
ἣ δ᾽ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δ᾽ Ἀθήνη. 100
Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε
καί ῥ᾽ εὔφρην᾽ ἐπέεσσι· Θέτις δ᾽ ὤρεξε πιοῦσα.
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,
πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός· 105
ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σ᾽ εἵνεκα δεῦρο κάλεσσα.
ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν
Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ·
κλέψαι δ᾽ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην·
αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω 110
αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.
αἶψα μάλ᾽ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον·
σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δ᾽ ἔξοχα πάντων
ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν
Ἕκτορ᾽ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδ᾽ ἀπέλυσεν, 115
αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θ᾽ Ἕκτορα λύσῃ.
αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω
λύσασθαι φίλον υἱὸν ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν,
δῶρα δ᾽ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.
ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα, 120
βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα,
ἷξεν δ᾽ ἐς κλισίην οὗ υἱέος· ἔνθ᾽ ἄρα τόν γε
εὗρ᾽ ἁδινὰ στενάχοντα· φίλοι δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι
ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·
τοῖσι δ᾽ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο. 125
ἣ δὲ μάλ᾽ ἄγχ᾽ αὐτοῖο καθέζετο πότνια μήτηρ,
χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων
σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου
οὔτ᾽ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι 130
μίσγεσθ᾽· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη
ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.
ἀλλ᾽ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·
σκύζεσθαι σοί φησι θεούς, ἑὲ δ᾽ ἔξοχα πάντων
ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν 135
Ἕκτορ᾽ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδ᾽ ἀπέλυσας.
ἀλλ᾽ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
τῇδ᾽ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,
εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει. 140
ὣς οἵ γ᾽ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς
πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ᾽ ἀγόρευον.
Ἶριν δ᾽ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·
βάσκ᾽ ἴθι Ἶρι ταχεῖα λιποῦσ᾽ ἕδος Οὐλύμποιο
ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω 145
λύσασθαι φίλον υἱὸν ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν,
δῶρα δ᾽ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κ᾽ ἰθύνοι
ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις 150
νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·
τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,
ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.
αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, 155
οὔτ᾽ αὐτὸς κτενέει ἀπό τ᾽ ἄλλους πάντας ἐρύξει·
οὔτε γάρ ἐστ᾽ ἄφρων οὔτ᾽ ἄσκοπος οὔτ᾽ ἀλιτήμων,
ἀλλὰ μάλ᾽ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
ὣς ἔφατ᾽, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.
ἷξεν δ᾽ ἐς Πριάμοιο, κίχεν δ᾽ ἐνοπήν τε γόον τε. 160
παῖδες μὲν πατέρ᾽ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς
δάκρυσιν εἵματ᾽ ἔφυρον, ὃ δ᾽ ἐν μέσσοισι γεραιὸς
ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ
κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος
τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι. 165
θυγατέρες δ᾽ ἀνὰ δώματ᾽ ἰδὲ νυοὶ ὠδύροντο
τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ
χερσὶν ὑπ᾽ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.
στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα
τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα· 170
θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει·
οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ᾽ ἱκάνω
ἀλλ᾽ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι,
ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ᾽ ἐλεαίρει.
λύσασθαί σ᾽ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον, 175
δῶρα δ᾽ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κ᾽ ἰθύνοι
ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις
νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. 180
μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·
τοῖος γάρ τοι πομπὸς ἅμ᾽ ἕψεται ἀργεϊφόντης,
ὅς σ᾽ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.
αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,
οὔτ᾽ αὐτὸς κτενέει ἀπό τ᾽ ἄλλους πάντας ἐρύξει· 185
οὔτε γάρ ἔστ᾽ ἄφρων οὔτ᾽ ἄσκοπος οὔτ᾽ ἀλιτήμων,
ἀλλὰ μάλ᾽ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη πόδας ὠκέα Ἶρις,
αὐτὰρ ὅ γ᾽ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην
ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπ᾽ αὐτῆς. 190
αὐτὸς δ᾽ ἐς θάλαμον κατεβήσετο κηώεντα
κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·
ἐς δ᾽ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·
δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε
λύσασθαι φίλον υἱὸν ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν, 195
δῶρα δ᾽ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;
αἰνῶς γάρ μ᾽ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε
κεῖσ᾽ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.
ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ· 200
ὤ μοι πῇ δή τοι φρένες οἴχονθ᾽, ᾗς τὸ πάρος περ
ἔκλε᾽ ἐπ᾽ ἀνθρώπους ξείνους ἠδ᾽ οἷσιν ἀνάσσεις;
πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ. 205
εἰ γάρ σ᾽ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν
ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σ᾽ ἐλεήσει,
οὐδέ τί σ᾽ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν
ἥμενοι ἐν μεγάρῳ· τῷ δ᾽ ὥς ποθι Μοῖρα κραταιὴ
γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή, 210
ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων
ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
ἐσθέμεναι προσφῦσα· τότ᾽ ἄντιτα ἔργα γένοιτο
παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,
ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων 215
ἑσταότ᾽ οὔτε φόβου μεμνημένον οὔτ᾽ ἀλεωρῆς.
τὴν δ᾽ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·
μή μ᾽ ἐθέλοντ᾽ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ
ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.
εἰ μὲν γάρ τίς μ᾽ ἄλλος ἐπιχθονίων ἐκέλευεν, 220
ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
νῦν δ᾽, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,
εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα
τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων 225
βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς
ἀγκὰς ἑλόντ᾽ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.
ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλ᾽ ἀνέῳγεν·
ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,
δώδεκα δ᾽ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, 230
τόσσα δὲ φάρεα λευκά, τόσους δ᾽ ἐπὶ τοῖσι χιτῶνας.
χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,
ἐκ δὲ δύ᾽ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,
ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες
ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ 235
φείσατ᾽ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δ᾽ ἤθελε θυμῷ
λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας
αἰθούσης ἀπέεργεν ἔπεσσ᾽ αἰσχροῖσιν ἐνίσσων·
ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν
οἴκοι ἔνεστι γόος, ὅτι μ᾽ ἤλθετε κηδήσοντες; 240
ἦ ὀνόσασθ᾽ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε᾽ ἔδωκε
παῖδ᾽ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες·
ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε
κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε
πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε 245
ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.
ἦ καὶ σκηπανίῳ δίεπ᾽ ἀνέρας· οἳ δ᾽ ἴσαν ἔξω
σπερχομένοιο γέροντος· ὃ δ᾽ υἱάσιν οἷσιν ὁμόκλα
νεικείων Ἕλενόν τε Πάριν τ᾽ Ἀγάθωνά τε δῖον
Πάμμονά τ᾽ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην 250
Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν·
ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε·
σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθ᾽ ἅμα πάντες
Ἕκτορος ὠφέλετ᾽ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.
ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους 255
Τροίῃ ἐν εὐρείῃ, τῶν δ᾽ οὔ τινά φημι λελεῖφθαι,
Μήστορά τ᾽ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην
Ἕκτορά θ᾽, ὃς θεὸς ἔσκε μετ᾽ ἀνδράσιν, οὐδὲ ἐῴκει
ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.
τοὺς μὲν ἀπώλεσ᾽ Ἄρης, τὰ δ᾽ ἐλέγχεα πάντα λέλειπται 260
ψεῦσταί τ᾽ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι
ἀρνῶν ἠδ᾽ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,
ταῦτά τε πάντ᾽ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;
ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν 265
ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην
καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπ᾽ αὐτῆς,
κὰδ δ᾽ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον
πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·
ἐκ δ᾽ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ. 270
καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ
πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,
τρὶς δ᾽ ἑκάτερθεν ἔδησαν ἐπ᾽ ὀμφαλόν, αὐτὰρ ἔπειτα
ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ᾽ ἔκαμψαν.
ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ᾽ ἀπήνης 275
νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι᾽ ἄποινα,
ζεῦξαν δ᾽ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,
τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.
ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς
αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ. 280
τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι
κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε᾽ ἔχοντες·
ἀγχίμολον δέ σφ᾽ ἦλθ᾽ Ἑκάβη τετιηότι θυμῷ
οἶνον ἔχουσ᾽ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι
χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην· 285
στῆ δ᾽ ἵππων προπάροιθεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδ᾽ ἱκέσθαι
ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς
ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.
ἀλλ᾽ εὔχεο σύ γ᾽ ἔπειτα κελαινεφέϊ Κρονίωνι 290
Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,
αἴτει δ᾽ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ
φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων. 295
εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,
οὐκ ἂν ἔγωγέ σ᾽ ἔπειτα ἐποτρύνουσα κελοίμην
νῆας ἐπ᾽ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·
ὦ γύναι οὐ μέν τοι τόδ᾽ ἐφιεμένῃ ἀπιθήσω. 300
ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κ᾽ ἐλεήσῃ.
ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυν᾽ ὃ γεραιὸς
χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη
χέρνιβον ἀμφίπολος πρόχοόν θ᾽ ἅμα χερσὶν ἔχουσα.
νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο· 305
εὔχετ᾽ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον
οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·