Ὁμήρου Ἰλιὰς Ο

 

(ed. D. B. Monro and T. W. Allen. Oxford, 1920)

 

 

αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν

φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,

οἳ μὲν δὴ παρ᾽ ὄχεσφιν ἐρητύοντο μένοντες

χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς

Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,      5

στῆ δ᾽ ἄρ᾽ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς

τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν

Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·

Ἕκτορα δ᾽ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δ᾽ ἑταῖροι

εἵαθ᾽, ὃ δ᾽ ἀργαλέῳ ἔχετ᾽ ἄσθματι κῆρ ἀπινύσσων    10

αἷμ᾽ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ᾽ Ἀχαιῶν.

τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,

δεινὰ δ᾽ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·

ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη

Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς. 15

οὐ μὰν οἶδ᾽ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς

πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.

ἦ οὐ μέμνῃ ὅτε τ᾽ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν

ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα

χρύσεον ἄρρηκτον; σὺ δ᾽ ἐν αἰθέρι καὶ νεφέλῃσιν      20

ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,

λῦσαι δ᾽ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι

ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρ᾽ ἂν ἵκηται

γῆν ὀλιγηπελέων· ἐμὲ δ᾽ οὐδ᾽ ὧς θυμὸν ἀνίει

ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,     25

τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας

πέμψας ἐπ᾽ ἀτρύγετον πόντον κακὰ μητιόωσα,

καί μιν ἔπειτα Κόων δ᾽ εὖ ναιομένην ἀπένεικας.

τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις

Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.        30

τῶν σ᾽ αὖτις μνήσω ἵν᾽ ἀπολλήξῃς ἀπατάων,

ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,

ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ᾽ ἀπάτησας.

ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,

καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·    35

ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε

καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος

ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,

σή θ᾽ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν

κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·      40

μὴ δι᾽ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων

πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ᾽ ἀρήγει,

ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,

τειρομένους δ᾽ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.

αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην  45

τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.

ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,

καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·

εἰ μὲν δὴ σύ γ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη

ἶσον ἐμοὶ φρονέουσα μετ᾽ ἀθανάτοισι καθίζοις, 50

τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,

αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.

ἀλλ᾽ εἰ δή ῥ᾽ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,

ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον

Ἶρίν τ᾽ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,    55

ὄφρ᾽ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων

ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι

παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ᾽ ἱκέσθαι,

Ἕκτορα δ᾽ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,

αὖτις δ᾽ ἐμπνεύσῃσι μένος, λελάθῃ δ᾽ ὀδυνάων 60

αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς

αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,

φεύγοντες δ᾽ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι

Πηλεΐδεω Ἀχιλῆος· ὃ δ᾽ ἀνστήσει ὃν ἑταῖρον

Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ       65

Ἰλίου προπάροιθε πολέας ὀλέσαντ᾽ αἰζηοὺς

τοὺς ἄλλους, μετὰ δ᾽ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.

τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.

ἐκ τοῦ δ᾽ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν

αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κ᾽ Ἀχαιοὶ        70

Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.

τὸ πρὶν δ᾽ οὔτ᾽ ἄρ᾽ ἐγὼ παύω χόλον οὔτέ τιν᾽ ἄλλον

ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ᾽ ἐάσω

πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,

ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ᾽ ἐπένευσα κάρητι,       75

ἤματι τῷ ὅτ᾽ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,

λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,

βῆ δ᾽ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.

ὡς δ᾽ ὅτ᾽ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τ᾽ ἐπὶ πολλὴν 80

γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ

ἔνθ᾽ εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά,

ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·

ἵκετο δ᾽ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ᾽ ἐπῆλθεν

ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες  85

πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.

ἣ δ᾽ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ

δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,

καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·

Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας·   90

ἦ μάλα δή σ᾽ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.

τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ λευκώλενος Ἥρη·

μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ

οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.

ἀλλὰ σύ γ᾽ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης·  95

ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν

οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι

πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν

οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.

ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,      100

ὄχθησαν δ᾽ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δ᾽ ἐγέλασσε

χείλεσιν, οὐδὲ μέτωπον ἐπ᾽ ὀφρύσι κυανέῃσιν

ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·

νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·

τι μιν μμαμεν καταπαυσμεν σσον ἰόντες  105

πει ἠὲ βίῃ· δ φμενος οκ λεγζει

οδ θεται· φησν γρ ν θαντοισι θεοσι

κρτε τε σθνε τε διακριδν εναι ριστος.

τ χεθ ττ κεν μμι κακν πμπσιν κστ.

δη γρ νν λπομ ρη γε πμα τετχθαι·        110

υἱὸς γρ ο λωλε μχ νι φλτατος νδρν

σκλαφος, τν φησιν ν μμεναι βριμος ρης.

ς φατ, ατρ ρης θαλερ πεπλγετο μηρ

χερσ καταπρηνσσ, λοφυρμενος δ πος ηδα·

μ νν μοι νεμεσσετ λμπια δματ χοντες       115

τσασθαι φνον υος ἰόντ π νας χαιν,

ε πρ μοι κα μορα Δις πληγντι κεραυν

κεσθαι μο νεκεσσι μεθ αματι κα κονίῃσιν.

ς φτο, καί ῥ᾽ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε

ζευγνύμεν, αὐτὸς δ᾽ ἔντε᾽ ἐδύσετο παμφανόωντα.    120

ἔνθά κ᾽ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος

πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,

εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν

ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,

τοῦ δ᾽ ἀπὸ μὲν κεφαλῆς κόρυθ᾽ εἵλετο καὶ σάκος ὤμων,  125

ἔγχος δ᾽ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα

χάλκεον· ἣ δ᾽ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·

μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως

οὔατ᾽ ἀκουέμεν ἐστί, νόος δ᾽ ἀπόλωλε καὶ αἰδώς.

οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη    130

ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;

ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ

ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,

αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;

αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς 135

λείψει, ὃ δ᾽ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,

μάρψει δ᾽ ἑξείης ὅς τ᾽ αἴτιος ὅς τε καὶ οὐκί.

τώ σ᾽ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·

ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων

ἢ πέφατ᾽, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ 140

πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.

ὣς εἰποῦσ᾽ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.

Ἥρη δ᾽ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς

Ἶρίν θ᾽, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,

καί σφεας φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·      145

Ζεὺς σφὼ εἰς Ἴδην κέλετ᾽ ἐλθέμεν ὅττι τάχιστα·

αὐτὰρ ἐπὴν ἔλθητε, Διός τ᾽ εἰς ὦπα ἴδησθε,

ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.

ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,

ἕζετο δ᾽ εἰνὶ θρόνῳ· τὼ δ᾽ ἀΐξαντε πετέσθην.      150

Ἴδην δ᾽ ἵκανον πολυπίδακα μητέρα θηρῶν,

εὗρον δ᾽ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ

ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.

τὼ δὲ πάροιθ᾽ ἐλθόντε Διὸς νεφεληγερέταο

στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ, 155

ὅττί οἱ ὦκ᾽ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.

Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·

βάσκ᾽ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι

πάντα τάδ᾽ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.

παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο   160

ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.

εἰ δέ μοι οὐκ ἐπέεσσ᾽ ἐπιπείσεται, ἀλλ᾽ ἀλογήσει,

φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν

μή μ᾽ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ

μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι      165

καὶ γενεῇ πρότερος· τοῦ δ᾽ οὐκ ὄθεται φίλον ἦτορ

ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,

βῆ δὲ κατ᾽ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.

ὡς δ᾽ ὅτ᾽ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα        170

ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,

ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,

ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·

ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα

ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.       175

παυσάμενόν σ᾽ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο

ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.

εἰ δέ οἱ οὐκ ἐπέεσσ᾽ ἐπιπείσεαι, ἀλλ᾽ ἀλογήσεις,

ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων

ἐνθάδ᾽ ἐλεύσεσθαι· σὲ δ᾽ ὑπεξαλέασθαι ἄνωγε  180

χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι

καὶ γενεῇ πρότερος· σὸν δ᾽ οὐκ ὄθεται φίλον ἦτορ

ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.

τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·

ὢ πόποι ἦ ῥ᾽ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν        185

εἴ μ᾽ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.

τρεῖς γάρ τ᾽ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο ῾Ρέα

Ζεὺς καὶ ἐγώ, τρίτατος δ᾽ Ἀΐδης ἐνέροισιν ἀνάσσων.

τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ᾽ ἔμμορε τιμῆς·

ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ  190

παλλομένων, Ἀΐδης δ᾽ ἔλαχε ζόφον ἠερόεντα,

Ζεὺς δ᾽ ἔλαχ᾽ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·

γαῖα δ᾽ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.

τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος

καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.        195

χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·

θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη

ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,

οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·      200

οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα

τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,

ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.

οἶσθ᾽ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.

τὴν δ᾽ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·    205

Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·

ἐσθλὸν καὶ τὸ τέτυκται ὅτ᾽ ἄγγελος αἴσιμα εἰδῇ.

ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει

ὁππότ᾽ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ

νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.       210

ἀλλ᾽ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·

ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·

αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης

Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος

Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδ᾽ ἐθελήσει  215

ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,

ἴστω τοῦθ᾽ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.

ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,

δῦνε δὲ πόντον ἰών, πόθεσαν δ᾽ ἥρωες Ἀχαιοί.

καὶ τότ᾽ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·     220

ἔρχεο νῦν φίλε Φοῖβε μεθ᾽ Ἕκτορα χαλκοκορυστήν·

ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος

οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν

ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,

οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες. 225

ἀλλὰ τόδ᾽ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ

ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε

χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γ᾽ ἐτελέσθη.

ἀλλὰ σύ γ᾽ ἐν χείρεσσι λάβ᾽ αἰγίδα θυσσανόεσσαν,

τῇ μάλ᾽ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς· 230

σοὶ δ᾽ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·

τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρ᾽ ἂν Ἀχαιοὶ

φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.

κεῖθεν δ᾽ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,

ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.      235

ὣς ἔφατ᾽, οὐδ᾽ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,

βῆ δὲ κατ᾽ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς

ὠκέϊ φασσοφόνῳ, ὅς τ᾽ ὤκιστος πετεηνῶν.

εὗρ᾽ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον

ἥμενον, οὐδ᾽ ἔτι κεῖτο, νέον δ᾽ ἐσαγείρετο θυμόν,      240

ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς

παύετ᾽, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.

ἀγχοῦ δ᾽ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·

Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπ᾽ ἄλλων

ἧσ᾽ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει; 245

τὸν δ᾽ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·

τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μ᾽ εἴρεαι ἄντην;

οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν

οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας

χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;  250

καὶ δὴ ἔγωγ᾽ ἐφάμην νέκυας καὶ δῶμ᾽ Ἀΐδαο

ἤματι τῷδ᾽ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.

τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·

θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων

ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν       255

Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ

ῥύομ᾽, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.

ἀλλ᾽ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι

νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·

αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον   260

πᾶσαν λειανέω, τρέψω δ᾽ ἥρωας Ἀχαιούς.

ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.

ὡς δ᾽ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ

δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων

εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο     265

κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται

ὤμοις ἀΐσσονται· ὃ δ᾽ ἀγλαΐηφι πεποιθὼς

ῥίμφά ἑ γοῦνα φέρει μετά τ᾽ ἤθεα καὶ νομὸν ἵππων·

ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ᾽ ἐνώμα

ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.   270

οἳ δ᾽ ὥς τ᾽ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα

ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·

τὸν μέν τ᾽ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη

εἰρύσατ᾽, οὐδ᾽ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·

τῶν δέ θ᾽ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος     275

εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·

ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο

νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·

αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορ᾽ ἐποιχόμενον στίχας ἀνδρῶν

τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.       280

τοῖσι δ᾽ ἔπειτ᾽ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,

Αἰτωλῶν ὄχ᾽ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι

ἐσθλὸς δ᾽ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν

νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·

ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·      285

ὢ πόποι ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι,

οἷον δ᾽ αὖτ᾽ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας

Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου

χερσὶν ὑπ᾽ Αἴαντος θανέειν Τελαμωνιάδαο.

ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν 290

Ἕκτορ᾽, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ᾽ ἔλυσεν,

ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε

Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.

ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.