Ὁμήρου Ἰλιὰς Π

 

(ed. D. B. Monro and T. W. Allen. Oxford, 1920)

 

 

ὣς ο μὲν περ νηὸς ἐϋσσέλμοιο μάχοντο·

Πάτροκλος δ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν

δάκρυα θερμ χέων ὥς τε κρήνη μελάνυδρος,

τε κατ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.

τὸν δ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,       5

κα μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη

νηπίη, θ ἅμα μητρ θέουσ᾽ ἀνελέσθαι ἀνώγει

εἱανοῦ ἁπτομένη, κα τ ἐσσυμένην κατερύκει,

δακρυόεσσα δ μιν ποτιδέρκεται, ὄφρ᾽ ἀνέληται·       10

τ ἴκελος Πάτροκλε τέρεν κατ δάκρυον εἴβεις.

ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἐμοὶ αὐτῷ,

ἦέ τιν ἀγγελίην Φθίης ἐξέκλυες οἶος;

ζώειν μὰν ἔτι φασ Μενοίτιον Ἄκτορος υἱόν,

ζώει δ Αἰακίδης Πηλεὺς μετ Μυρμιδόνεσσι;    15

τῶν κε μάλ᾽ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.

ἦε σ γ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται

νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;

ἐξαύδα, μ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.

τὸν δ βαρ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·       20

Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ᾽ Ἀχαιῶν

μ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.

ο μὲν γὰρ δ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,

ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.

βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,     25

οὔτασται δ᾽ Ὀδυσεὺς δουρικλυτὸς ἠδ᾽ Ἀγαμέμνων,

βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.

τοὺς μέν τ᾽ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται

ἕλκε᾽ ἀκειόμενοι· σὺ δ᾽ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.

μὴ ἐμέ γ᾽ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις      30

αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ

αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;

νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,

οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα

πέτραι τ᾽ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.    35

εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις

καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,

ἀλλ᾽ ἐμέ περ πρόες ὦχ᾽, ἃμα δ᾽ ἄλλον λαὸν ὄπασσον

Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.

δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,      40

αἴ κ᾽ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο

Τρῶες, ἀναπνεύσωσι δ᾽ Ἀρήϊοι υἷες Ἀχαιῶν

τειρόμενοι· ὀλίγη δέ τ᾽ ἀνάπνευσις πολέμοιο.

ῥεῖα δέ κ᾽ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ

ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.      45

ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν

οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.

τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·

οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,    50

οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·

ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,

ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι

καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·

αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.      55

κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,

δουρὶ δ᾽ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,

τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων

Ἀτρεΐδης ὡς εἴ τιν᾽ ἀτίμητον μετανάστην.

ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδ᾽ ἄρα πως ἦν        60

ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε

οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλ᾽ ὁπότ᾽ ἂν δὴ

νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.

τύνη δ᾽ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,

ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,    65

εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε

νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης

κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες

Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε

θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον        70

ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους

πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων

ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.

οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι

μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι·      75

οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος

ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλ᾽ Ἕκτορος ἀνδροφόνοιο

Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δ᾽ ἀλαλητῷ

πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.

ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων      80

ἔμπεσ᾽ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο

νῆας ἐνιπρήσωσι, φίλον δ᾽ ἀπὸ νόστον ἕλωνται.

πείθεο δ᾽ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,

ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι

πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην   85

ἂψ ἀπονάσσωσιν, ποτὶ δ᾽ ἀγλαὰ δῶρα πόρωσιν.

ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι

δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,

μὴ σύ γ᾽ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν

Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·     90

μὴ δ᾽ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι

Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,

μή τις ἀπ᾽ Οὐλύμποιο θεῶν αἰειγενετάων

ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·

ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι    95

θήῃς, τοὺς δ᾽ ἔτ᾽ ἐᾶν πεδίον κάτα δηριάασθαι.

αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον

μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,

μήτέ τις Ἀργείων, νῶϊν δ᾽ ἐκδῦμεν ὄλεθρον,

ὄφρ᾽ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.       100

ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

Αἴας δ᾽ οὐκ ἔτ᾽ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·

δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ

βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ

πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δ᾽ αἰεὶ        105

κὰπ φάλαρ᾽ εὐποίηθ᾽· ὃ δ᾽ ἀριστερὸν ὦμον ἔκαμνεν

ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο

ἀμφ᾽ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.

αἰεὶ δ᾽ ἀργαλέῳ ἔχετ᾽ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς

πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν     110

ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.

ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι,

ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.

Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς

πλῆξ᾽ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,    115

ἀντικρὺ δ᾽ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας

πῆλ᾽ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δ᾽ ἀπ᾽ αὐτοῦ

αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.

γνῶ δ᾽ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε

ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε   120

Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·

χάζετο δ᾽ ἐκ βελέων. τοὶ δ᾽ ἔμβαλον ἀκάματον πῦρ

νηῒ θοῇ· τῆς δ᾽ αἶψα κατ᾽ ἀσβέστη κέχυτο φλόξ.

ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς

μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν· 125

ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·

λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·

μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·

δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.

ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.   130

κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε

καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·

δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε

ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.

ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον   135

χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·

κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν

ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.

εἵλετο δ᾽ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.

ἔγχος δ᾽ οὐχ ἕλετ᾽ οἶον ἀμύμονος Αἰακίδαο 140

βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ᾽ ἄλλος Ἀχαιῶν

πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς

Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων

Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.

ἵππους δ᾽ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,        145

τὸν μετ᾽ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,

πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.

τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους

Ξνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,

τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη       150

βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.

ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,

τόν ῥά ποτ᾽ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ᾽ Ἀχιλλεύς,

ὃς καὶ θνητὸς ἐὼν ἕπεθ᾽ ἵπποις ἀθανάτοισι.

Μυρμιδόνας δ᾽ ἄρ᾽ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς  155

πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς

ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,

οἵ τ᾽ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες

δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·

καί τ᾽ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου   160

λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ

ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς

στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·

τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες

ἀμφ᾽ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο     165

ῥώοντ᾽· ἐν δ᾽ ἄρα τοῖσιν ἀρήϊος ἵστατ᾽ Ἀχιλλεύς,

ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.

πεντήκοντ᾽ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς

ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ

πεντήκοντ᾽ ἔσαν ἄνδρες ἐπὶ κληῖσιν ἑταῖροι·      170

πέντε δ᾽ ἄρ᾽ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει

σημανειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.

τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ

υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο·

ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη   175

Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα,

αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι,

ὅς ῥ᾽ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.

τῆς δ᾽ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε

παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη       180

Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης

ἠράσατ᾽, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν

ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.

αὐτίκα δ᾽ εἰς ὑπερῷ᾽ ἀναβὰς παρελέξατο λάθρῃ

Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν 185

Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.

αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια

ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,

τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο

ἠγάγετο πρὸς δώματ᾽, ἐπεὶ πόρε μυρία ἕδνα,      190

τὸν δ᾽ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδ᾽ ἀτίταλλεν

ἀμφαγαπαζόμενος ὡς εἴ θ᾽ ἑὸν υἱὸν ἐόντα.

τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε

Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν

ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον. 195

τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,

πέμπτης δ᾽ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.

αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμ᾽ ἡγεμόνεσσιν Ἀχιλλεὺς

στῆσεν ἐῢ κρίνας, κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε·

Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,    200

ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι

πάνθ᾽ ὑπὸ μηνιθμόν, καί μ᾽ ᾐτιάασθε ἕκαστος·

σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σ᾽ ἔτρεφε μήτηρ,

νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·

οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν   205

αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.

ταῦτά μ᾽ ἀγειρόμενοι θάμ᾽ ἐβάζετε· νῦν δὲ πέφανται

φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γ᾽ ἐράασθε.

ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.

ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 210

μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.

ὡς δ᾽ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι

δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,

ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.

ἀσπὶς ἄρ᾽ ἀσπίδ᾽ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ᾽ ἀνήρ·       215

ψαῦον δ᾽ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι

νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.

πάντων δὲ προπάροιθε δύ᾽ ἀνέρε θωρήσσοντο

Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες

πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς        220

βῆ ῥ᾽ ἴμεν ἐς κλισίην, χηλοῦ δ᾽ ἀπὸ πῶμ᾽ ἀνέῳγε

καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα

θῆκ᾽ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων

χλαινάων τ᾽ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.

ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος    225

οὔτ᾽ ἀνδρῶν πίνεσκεν ἀπ᾽ αὐτοῦ αἴθοπα οἶνον,

οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.

τό ῥα τότ᾽ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ

πρῶτον, ἔπειτα δ᾽ ἔνιψ᾽ ὕδατος καλῇσι ῥοῇσι,

νψατο δ᾽ αὐτὸς χεῖρας, ἀφύσσατο δ᾽ αἴθοπα οἶνον.  230

εὔχετ᾽ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον

οὐρανὸν εἰσανιδών· Δία δ᾽ οὐ λάθε τερπικέραυνον·

Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων

Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ

σοὶ ναίουσ᾽ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι, 235

ἠμὲν δή ποτ᾽ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,

τίμησας μὲν ἐμέ, μέγα δ᾽ ἴψαο λαὸν Ἀχαιῶν,

ἠδ᾽ ἔτι καὶ νῦν μοι τόδ᾽ ἐπικρήηνον ἐέλδωρ·

αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,

ἀλλ᾽ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι      240

μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,

θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ

εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν

ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι

μαίνονθ᾽, ὁππότ᾽ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.       245

αὐτὰρ ἐπεί κ᾽ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,

ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο

τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.

ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε μητίετα Ζεύς.

τῷ δ᾽ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ᾽ ἀνένευσε·  250

νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε

δῶκε, σόον δ᾽ ἀνένευσε μάχης ἐξαπονέεσθαι.

ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ

ἂψ κλισίην εἰσῆλθε, δέπας ^