Ὁμήρου Ἰλιὰς Ρ

 

(ed. D. B. Monro and T. W. Allen. Oxford, 1920)

 

 

οὐδ᾽ ἔλαθ᾽ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον

Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.

βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,

ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ βαῖν᾽ ὥς τις περὶ πόρτακι μήτηρ

πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο·    5

ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.

πρόσθε δέ οἱ δόρυ τ᾽ ἔσχε καὶ ἀσπίδα πάντοσ᾽ ἐΐσην,

τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ᾽ ἀντίος ἔλθοι.

οὐδ᾽ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε

Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δ᾽ ἄρ᾽ αὐτοῦ   10

ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·

Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν

χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δ᾽ ἔναρα βροτόεντα·

οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τ᾽ ἐπικούρων

Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην· 15

τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,

μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.

τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·

Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.

οὔτ᾽ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος 20

οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος

θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,

ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.

οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο

ἧς ἥβης ἀπόνηθ᾽, ὅτε μ᾽ ὤνατο καί μ᾽ ὑπέμεινε  25

καί μ᾽ ἔφατ᾽ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν

ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα

εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.

ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα

στήῃς· ἀλλά σ᾽ ἔγωγ᾽ ἀναχωρήσαντα κελεύω    30

ἐς πληθὺν ἰέναι, μηδ᾽ ἀντίος ἵστασ᾽ ἐμεῖο

πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.

ὣς φάτο, τὸν δ᾽ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·

νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις

γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δ᾽ ἀγορεύεις,     35

χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,

ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.

ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην

εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε᾽ ἐνείκας

Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.  40

ἀλλ᾽ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται

οὐδ᾽ ἔτ᾽ ἀδήριτος ἤτ᾽ ἀλκῆς ἤτε φόβοιο.

ὣς εἰπὼν οὔτησε κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην·

οὐδ᾽ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ

ἀσπίδ᾽ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ       45

Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·

ἂψ δ᾽ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα

νύξ᾽, ἐπὶ δ᾽ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·

ἀντικρὺ δ᾽ ἁπαλοῖο δι᾽ αὐχένος ἤλυθ᾽ ἀκωκή,

δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.    50

αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι

πλοχμοί θ᾽, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.

οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης

χώρῳ ἐν οἰοπόλῳ, ὅθ᾽ ἅλις ἀναβέβροχεν ὕδωρ,

καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι    55

παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·

ἐλθὼν δ᾽ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ

βόθρου τ᾽ ἐξέστρεψε καὶ ἐξετάνυσσ᾽ ἐπὶ γαίῃ·

τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον

Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχε᾽ ἐσύλα.    60

ὡς δ᾽ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς

βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·

τῆς δ᾽ ἐξ αὐχέν᾽ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι

πρῶτον, ἔπειτα δέ θ᾽ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει

δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τ᾽ ἄνδρές τε νομῆες 65

πολλὰ μάλ᾽ ἰύζουσιν ἀπόπροθεν οὐδ᾽ ἐθέλουσιν

ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·

ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα

ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.

ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο      70

Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,

ὅς ῥά οἱ Ἕκτορ᾽ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ

ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων      75

ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δ᾽ ἀλεγεινοὶ

ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ᾽ ὀχέεσθαι

ἄλλῳ γ᾽ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.

τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς

Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε 80

Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.

ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,

Ἕκτορα δ᾽ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·

πάπτηνεν δ᾽ ἄρ᾽ ἔπειτα κατὰ στίχας, αὐτίκα δ᾽ ἔγνω

τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δ᾽ ἐπὶ γαίῃ  85

κείμενον· ἔρρει δ᾽ αἷμα κατ᾽ οὐταμένην ὠτειλήν.

βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ

ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο

ἀσβέστῳ· οὐδ᾽ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·

ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·      90

ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ

Πάτροκλόν θ᾽, ὃς κεῖται ἐμῆς ἕνεκ᾽ ἐνθάδε τιμῆς,

μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.

εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι

αἰδεσθείς, μή πώς με περιστήωσ᾽ ἕνα πολλοί·    95

Τρῶας δ᾽ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.

ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;

ππτ νρ θλ πρς δαμονα φωτ μχεσθαι

ν κε θες τιμ, τχα ο μγα πμα κυλσθη.

τ μ ο τις Δαναν νεμεσσεται ς κεν δηται 100

κτορι χωρσαντ, πε κ θεφιν πολεμζει.

ε δ που Ααντς γε βον γαθοο πυθομην,

μφω κ ατις ἰόντες πιμνησαμεθα χρμης

κα πρς δαμον περ, ε πως ρυσαμεθα νεκρν

Πηλεδ χιλϊ· κακν δ κε φρτατον εη.         105

εος ταθ ρμαινε κατ φρνα κα κατ θυμν

τφρα δ π Τρων στχες λυθον· ρχε δ ρ κτωρ.

ατρ γ ξοπσω νεχζετο, λεπε δ νεκρν

ντροπαλιζμενος ς τε λς ϋγνειος,

ν α κνες τε κα νδρες π σταθμοο δωνται       110

γχεσι κα φων· το δ ν φρεσν λκιμον τορ

παχνοται, ἀέκων δ τ᾽ ἔβη ἀπὸ μεσσαύλοιο·

ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.

στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων

παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.        115

τὸν δὲ μάλ᾽ αἶψ᾽ ἐνόησε μάχης ἐπ᾽ ἀριστερὰ πάσης

θαρσύνονθ᾽ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·

θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·

βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.

Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος   120

σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν

γυμνόν· ἀτὰρ τά γε τεύχε᾽ ἔχει κορυθαίολος Ἕκτωρ.

ὣς ἔφατ᾽, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·

βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.

Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε᾽ ἀπηύρα,   125

ἕλχ᾽ ἵν᾽ ἀπ᾽ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,

τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.

Αἴας δ᾽ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·

Ἕκτωρ δ᾽ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθ᾽ ἑταίρων,

ἐς δίφρον δ᾽ ἀνόρουσε· δίδου δ᾽ ὅ γε τεύχεα καλὰ      130

Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.

Αἴας δ᾽ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας

ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,

ᾧ ῥά τε νήπι᾽ ἄγοντι συναντήσωνται ἐν ὕλῃ

ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,     135

πᾶν δέ τ᾽ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·

ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.

Ἀτρεΐδης δ᾽ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος

ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.

Γλαῦκος δ᾽ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν    140

Ἕκτορ᾽ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·

Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.

ἦ σ᾽ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.

φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς

οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·      145

οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν

εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν

μάρνασθαι δηΐοισιν ἐπ᾽ ἀνδράσι νωλεμὲς αἰεί.

πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ᾽ ὅμιλον

σχέτλι᾽, ἐπεὶ Σαρπηδόν᾽ ἅμα ξεῖνον καὶ ἑταῖρον        150

κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,

ὅς τοι πόλλ᾽ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ

ζωὸς ἐών· νῦν δ᾽ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.

τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν

οἴκαδ᾽ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος. 155

εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη

ἄτρομον, οἷόν τ᾽ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης

ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,

αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.

εἰ δ᾽ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος   160

ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,

αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ

λύσειαν, καί κ᾽ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·

τοίου γὰρ θεράπων πέφατ᾽ ἀνέρος, ὃς μέγ᾽ ἄριστος

Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.       165

ἀλλὰ σύ γ᾽ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας

στήμεναι ἄντα κατ᾽ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,

οὐδ᾽ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.

τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·

Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;  170

ὢ πόποι ἦ τ᾽ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων

τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·

νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,

ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.

οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·    175

ἀλλ᾽ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,

ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην

ῥηϊδίως, ὁτὲ δ᾽ αὐτὸς ἐποτρύνει μαχέσασθαι.

ἀλλ᾽ ἄγε δεῦρο πέπον, παρ᾽ ἔμ᾽ ἵστασο καὶ ἴδε ἔργον,

ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,     180

ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα

σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.

ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·

Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,

ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,      185

ὄφρ᾽ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω

καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.

ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ

δηΐου ἐκ πολέμοιο· θέων δ᾽ ἐκίχανεν ἑταίρους

ὦκα μάλ᾽ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών,     190

οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.

στὰς δ᾽ ἀπάνευθε μάχης πολυδακρύου ἔντε᾽ ἄμειβεν·

ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν

Τρωσὶ φιλοπτολέμοισιν, ὃ δ᾽ ἄμβροτα τεύχεα δῦνε

Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες      195

πατρὶ φίλῳ ἔπορον· ὃ δ᾽ ἄρα ᾧ παιδὶ ὄπασσε

γηράς· ἀλλ᾽ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.

τὸν δ᾽ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς

τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο,

κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν· 200

ἆ δείλ᾽ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν

ὃς δή τοι σχεδὸν εἶσι· σὺ δ᾽ ἄμβροτα τεύχεα δύνεις

ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·

τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε,

τεύχεα δ᾽ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων   205

εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,

τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι

δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.

ἦ καὶ κυανέῃσιν ἐπ᾽ ὀφρύσι νεῦσε Κρονίων.

Ἕκτορι δ᾽ ἥρμοσε τεύχε᾽ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης       210

δεινὸς ἐνυάλιος, πλῆσθεν δ᾽ ἄρα οἱ μέλε᾽ ἐντὸς

ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους

βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι

τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.

ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι   215

Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε

Ἀστεροπαῖόν τε Δεισήνορά θ᾽ Ἱππόθοόν τε

Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·

τοὺς ὅ γ᾽ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·

κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·      220

οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων

ἐνθάδ᾽ ἀφ᾽ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,

ἀλλ᾽ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα

προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ᾽ Ἀχαιῶν.

τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ 225

λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.

τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω

ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς.

ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης

Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας,      230

ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δ᾽ αὐτὸς

ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν

δούρατ᾽ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς

νεκρὸν ὑπ᾽ Αἴαντος ἐρύειν Τελαμωνιάδαο   235

νήπιοι· ἦ τε πολέσσιν ἐπ᾽ αὐτῷ θυμὸν ἀπηύρα.

καὶ τότ᾽ ἄρ᾽ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·

ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ

ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.

οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,  240

ὅς κε τάχα Τρώων κορέει κύνας ἠδ᾽ οἰωνούς,

ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,

καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει

Ἕκτωρ, ἡμῖν δ᾽ αὖτ᾽ ἀναφαίνεται αἰπὺς ὄλεθρος.

ἀλλ᾽ ἄγ᾽ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.      245

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,

ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·

ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

οἵ τε παρ᾽ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ

δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος     250

λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.

ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον

ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·

ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δ᾽ ἐνὶ θυμῷ

Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.   255

ὣς ἔφατ᾽, ὀξὺ δ᾽ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·

πρῶτος δ᾽ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,

τὸν δὲ μετ᾽ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος

Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.

τῶν δ᾽ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματ᾽ εἴποι,        260

ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;

Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δ᾽ ἄρ᾽ Ἕκτωρ.

ὡς δ᾽ ὅτ᾽ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο

βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τ᾽ ἄκραι

ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,        265

τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ

ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες

φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δ᾽ ἄρά σφι

λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν

χεῦ᾽, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,  270

ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·

μίσησεν δ᾽ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι

Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.

ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·

νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τιν᾽ αὐτῶν 275

Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,

ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ

μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκ᾽ ἐλέλιξεν

Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ᾽ ἔργα τέτυκτο

τῶν ἄλλων Δαναῶν μετ᾽ ἀμύμονα Πηλεΐωνα.    280

ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν

καπρίῳ, ὅς τ᾽ ἐν ὄρεσσι κύνας θαλερούς τ᾽ αἰζηοὺς

ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας·

ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας

ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας 285

οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα

ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.

ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς

Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην

δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας   290

Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ᾽ αὐτῷ

ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.

τὸν δ᾽ υἱὸς Τελαμῶνος ἐπαΐξας δι᾽ ὁμίλου

πλῆξ᾽ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·

ἤρικε δ᾽ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκQ