Ὁμήρου Ἰλιὰς Θ

 

(ed. D. B. Monro and T. W. Allen. Oxford, 1920)

 

 

Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ᾽ αἶαν,

Ζεὺς δ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος

ἀκροτάτῃ κορυφ πολυδειράδος Οὐλύμποιο·

αὐτὸς δ σφ ἀγόρευε, θεο δ ὑπὸ πάντες ἄκουον·

κέκλυτέ μευ πάντές τε θεο πᾶσαί τε θέαιναι,    5

ὄφρ᾽ εἴπω τ με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

μήτέ τις οὖν θήλεια θεὸς τ γε μήτέ τις ἄρσην

πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ᾽ ἅμα πάντες

αἰνεῖτ᾽, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.

ὃν δ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω  10

ἐλθόντ᾽ Τρώεσσιν ἀρηγέμεν Δαναοῖσι

πληγεὶς ο κατ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·

μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα

τῆλε μάλ᾽, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,

ἔνθα σιδήρειαί τε πύλαι κα χάλκεος οὐδός,        15

τόσσον ἔνερθ᾽ Ἀΐδεω ὅσον οὐρανός ἐστ᾽ ἀπὸ γαίης·

γνώσετ᾽ ἔπειθ᾽ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.

ε δ ἄγε πειρήσασθε θεο ἵνα εἴδετε πάντες·

σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες

πάντές τ ἐξάπτεσθε θεο πᾶσαί τε θέαιναι·        20

ἀλλ᾽ οὐκ ἂν ἐρύσαιτ᾽ ἐξ οὐρανόθεν πεδίον δ

Ζῆν᾽ ὕπατον μήστωρ᾽, οὐδ᾽ ε μάλα πολλ κάμοιτε.

ἀλλ᾽ ὅτε δ κα ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,

αὐτῇ κεν γαίῃ ἐρύσαιμ᾽ αὐτῇ τε θαλάσσῃ·

σειρὴν μέν κεν ἔπειτα περ ῥίον Οὐλύμποιο        25

δησαίμην, τ δ κ αὖτε μετήορα πάντα γένοιτο.

τόσσον ἐγὼ περ τ εἰμὶ θεῶν περ τ εἴμ᾽ ἀνθρώπων.

ὣς ἔφαθ᾽, ο δ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπ

μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.

ὀψὲ δ δ μετέειπε θε γλαυκῶπις Ἀθήνη·  30

πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων

ε νυ κα ἡμεῖς ἴδμεν τοι σθένος οὐκ ἐπιεικτόν·

ἀλλ᾽ ἔμπης Δαναῶν ὀλοφυρόμεθ᾽ αἰχμητάων,

ο κεν δ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.

ἀλλ᾽ ἤτοι πολέμου μὲν ἀφεξόμεθ᾽ ὡς σ κελεύεις·    35

βουλὴν δ Ἀργείοις ὑποθησόμεθ᾽ τις ὀνήσει,

ὡς μ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.

τὴν δ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·

θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ

πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.     40

ὣς εἰπὼν ὑπ᾽ ὄχεσφι τιτύσκετο χαλκόποδ᾽ ἵππω

ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,

χρυσὸν δ᾽ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ᾽ ἱμάσθλην

χρυσείην εὔτυκτον, ἑοῦ δ᾽ ἐπεβήσετο δίφρου,

μάστιξεν δ᾽ ἐλάαν· τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην 45

μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.

Ἴδην δ᾽ ἵκανεν πολυπίδακα μητέρα θηρῶν

Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.

ἔνθ᾽ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε

λύσας ἐξ ὀχέων, κατὰ δ᾽ ἠέρα πουλὺν ἔχευεν.    50

αὐτὸς δ᾽ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων

εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.

οἳ δ᾽ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ

ῥίμφα κατὰ κλισίας, ἀπὸ δ᾽ αὐτοῦ θωρήσσοντο.

Τρῶες δ᾽ αὖθ᾽ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο   55

παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι

χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.

πᾶσαι δ᾽ ὠΐγνυντο πύλαι, ἐκ δ᾽ ἔσσυτο λαός,

πεζοί θ᾽ ἱππῆές τε· πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.

οἳ δ᾽ ὅτε δή ῥ᾽ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο      60

σύν ῥ᾽ ἔβαλον ῥινούς, σὺν δ᾽ ἔγχεα καὶ μένε᾽ ἀνδρῶν

χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι

ἔπληντ᾽ ἀλλήλῃσι, πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.

ἔνθα δ᾽ ἅμ᾽ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν

ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ᾽ αἵματι γαῖα.        65

ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,

τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο, πῖπτε δὲ λαός.

ἦμος δ᾽ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,

καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·

ἐν δ᾽ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο  70

Τρώων θ᾽ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,

ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ᾽ αἴσιμον ἦμαρ Ἀχαιῶν.

α μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ

ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·

αὐτὸς δ᾽ ἐξ Ἴδης μεγάλ᾽ ἔκτυπε, δαιόμενον δὲ   75

ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες

θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.

ἔνθ᾽ οὔτ᾽ Ἰδομενεὺς τλῆ μίμνειν οὔτ᾽ Ἀγαμέμνων,

οὔτε δύ᾽ Αἴαντες μενέτην θεράποντες Ἄρηος·

Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν       80

οὔ τι ἑκών, ἀλλ᾽ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ

δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο

ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων

κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.

ἀλγήσας δ᾽ ἀνέπαλτο, βέλος δ᾽ εἰς ἐγκέφαλον δῦ,    85

σὺν δ᾽ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.

ὄφρ᾽ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε

φασγάνῳ ἀΐσσων, τόφρ᾽ Ἕκτορος ὠκέες ἵπποι

ἦλθον ἀν᾽ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες

Ἕκτορα· καί νύ κεν ἔνθ᾽ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν       90

εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·

σμερδαλέον δ᾽ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·

διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ

πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;

μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·     95

ἀλλὰ μέν᾽ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.

ὣς ἔφατ᾽, οὐδ᾽ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,

ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.

Τυδεΐδης δ᾽ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,

στῆ δὲ πρόσθ᾽ ἵππων Νηληϊάδαο γέροντος, 100

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,

σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,

ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.

ἀλλ᾽ ἄγ᾽ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι 105

οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο

κραιπνὰ μάλ᾽ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,

οὕς ποτ᾽ ἀπ᾽ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.

τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ

Τρωσὶν ἐφ᾽ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ   110

εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.

Νεστορέας μὲν ἔπειθ᾽ ἵππους θεράποντε κομείτην

ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.

τὼ δ᾽ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·    115

Νέστωρ δ᾽ ἐν χείρεσσι λάβ᾽ ἡνία σιγαλόεντα,

μάστιξεν δ᾽ ἵππους· τάχα δ᾽ Ἕκτορος ἄγχι γένοντο.

τοῦ δ᾽ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·

καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρτεν, ὃ δ᾽ ἡνίοχον θεράποντα

υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα 120

ἵππων ἡνί᾽ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.

ἤριπε δ᾽ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι

ὠκύποδες· τοῦ δ᾽ αὖθι λύθη ψυχή τε μένος τε.

Ἕκτορα δ᾽ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·

τὸν μὲν ἔπειτ᾽ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου        125

κεῖσθαι, ὃ δ᾽ ἡνίοχον μέθεπε θρασύν· οὐδ᾽ ἄρ᾽ ἔτι δὴν

ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν

Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ᾽ ἵππων

ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.

ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,  130

καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,

εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·

βροντήσας δ᾽ ἄρα δεινὸν ἀφῆκ᾽ ἀργῆτα κεραυνόν,

κὰδ δὲ πρόσθ᾽ ἵππων Διομήδεος ἧκε χαμᾶζε·

δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο, 135

τὼ δ᾽ ἵππω δείσαντε καταπτήτην ὑπ᾽ ὄχεσφι·

Νέστορα δ᾽ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,

δεῖσε δ᾽ ὅ γ᾽ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·

Τυδεΐδη ἄγε δ᾽ αὖτε φόβον δ᾽ ἔχε μώνυχας ἵππους.

ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ᾽ ἀλκή;     140

νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει

σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κ᾽ ἐθέλῃσι,

δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο

οὐδὲ μάλ᾽ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·   145

ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·

ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·

Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ᾽ ἀγορεύων·

Τυδεΐδης ὑπ᾽ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.

ὥς ποτ᾽ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών. 150

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.

εἴ περ γάρ σ᾽ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,

ἀλλ᾽ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες

καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων, 155

τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.

ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους

αὖτις ἀν᾽ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ

ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.

τῷ δ᾽ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·    160

Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι

ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·

νῦν δέ σ᾽ ἀτιμήσουσι· γυναικὸς ἄρ᾽ ἀντὶ τέτυξο.

ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο

πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας      165

ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.

ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν

ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.

τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,

τρὶς δ᾽ ἄρ᾽ ἀπ᾽ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς      170

σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.

Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·

Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ

ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.

γιγνώσκω δ᾽ ὅτι μοι πρόφρων κατένευσε Κρονίων    175

νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·

νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο

ἀβλήχρ᾽ οὐδενόσωρα· τὰ δ᾽ οὐ μένος ἁμὸν ἐρύξει·

ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.

ἀλλ᾽ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,        180

μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,

ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς

Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.

ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·

Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε     185

νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν

Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος

ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν

οἶνόν τ᾽ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,

ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.    190

ἀλλ᾽ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν

ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει

πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,

αὐτὰρ ἀπ᾽ ὤμοιιν Διομήδεος ἱπποδάμοιο

δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.       195

εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς

αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.

ὣς ἔφατ᾽ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,

σείσατο δ᾽ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,

καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·      200

ὢ πόποι ἐννοσίγαι᾽ εὐρυσθενές, οὐδέ νυ σοί περ

ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.

οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ᾽ ἀνάγουσι

πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.

εἴ περ γάρ κ᾽ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,       205

Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,

αὐτοῦ κ᾽ ἔνθ᾽ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.

τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·

Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.

οὐκ ἂν ἔγωγ᾽ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι    210

ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.

ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

τῶν δ᾽ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε

πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων

εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ      215

Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.

καί νύ κ᾽ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,

εἰ μὴ ἐπὶ φρεσὶ θῆκ᾽ Ἀγαμέμνονι πότνια Ἥρη

αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.

β