Ὁμήρου Ἰλιὰς Υ

 

(ed. D. B. Monro and T. W. Allen. Oxford, 1920)

 

 

ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο

ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,

Τρῶες δ᾽ αὖθ᾽ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·

Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι

κρατὸς ἀπ᾽ Οὐλύμποιο πολυπτύχου· ἣ δ᾽ ἄρα πάντῃ 5

φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.

οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφ᾽ Ὠκεανοῖο,

οὔτ᾽ ἄρα νυμφάων αἵ τ᾽ ἄλσεα καλὰ νέμονται

καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.

ἐλθόντες δ᾽ ἐς δῶμα Διὸς νεφεληγερέταο   10

ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ

Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.

ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατ᾽· οὐδ᾽ ἐνοσίχθων

νηκούστησε θεᾶς, ἀλλ᾽ ἐξ ἁλὸς ἦλθε μετ᾽ αὐτούς,

ἷζε δ᾽ ἄρ᾽ ἐν μέσσοισι, Διὸς δ᾽ ἐξείρετο βουλήν·  15

τίπτ᾽ αὖτ᾽ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;

ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;

τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν  20

ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.

ἀλλ᾽ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο

ἥμενος, ἔνθ᾽ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι

ἔρχεσθ᾽ ὄφρ᾽ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,

ἀμφοτέροισι δ᾽ ἀρήγεθ᾽ ὅπῃ νόος ἐστὶν ἑκάστου.      25

εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται

οὐδὲ μίνυνθ᾽ ἕξουσι ποδώκεα Πηλεΐωνα.

καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·

νῦν δ᾽ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς

δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.        30

ὣς ἔφατο Κρονίδης, πόλεμον δ᾽ ἀλίαστον ἔγειρε.

βὰν δ᾽ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·

Ἥρη μὲν μετ᾽ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη

ἠδὲ Ποσειδάων γαιήοχος ἠδ᾽ ἐριούνης

Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται·     35

Ἥφαιστος δ᾽ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων

χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.

ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμ᾽ αὐτῷ

Φοῖβος ἀκερσεκόμης ἠδ᾽ Ἄρτεμις ἰοχέαιρα

Λητώ τε Ξάνθός τε φιλομειδής τ᾽ Ἀφροδίτη.       40

εἷος μέν ῥ᾽ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,

τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκ᾽ Ἀχιλλεὺς

ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ᾽ ἀλεγεινῆς·

Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον

δειδιότας, ὅθ᾽ ὁρῶντο ποδώκεα Πηλεΐωνα   45

τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.

αὐτὰρ ἐπεὶ μεθ᾽ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,

ὦρτο δ᾽ Ἔρις κρατερὴ λαοσσόος, αὖε δ᾽ Ἀθήνη

στᾶσ᾽ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,

ἄλλοτ᾽ ἐπ᾽ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.      50

αὖε δ᾽ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος

ὀξὺ κατ᾽ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,

ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.

ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες

σύμβαλον, ἐν δ᾽ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·        55

δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε

ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε

γαῖαν ἀπειρεσίην ὀρέων τ᾽ αἰπεινὰ κάρηνα.

πάντες δ᾽ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης

καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.   60

ἔδεισεν δ᾽ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,

δείσας δ᾽ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε

γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,

οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη

σμερδαλέ᾽ εὐρώεντα, τά τε στυγέουσι θεοί περ· 65

τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.

ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος

ἵστατ᾽ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,

ἄντα δ᾽ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·

Ἥρῃ δ᾽ ἀντέστη χρυσηλάκατος κελαδεινὴ  70

Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·

Λητοῖ δ᾽ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,

ἄντα δ᾽ ἄρ᾽ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,

ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.

ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς 75

Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον

Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει

αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.

Αἰνείαν δ᾽ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων

ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·        80

υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·

τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·

Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ

ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων

Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν; 85

τὸν δ᾽ αὖτ᾽ Αἰνείας ἀπαμειβόμενος προσέειπε·

Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις

ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;

οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντ᾽ Ἀχιλῆος

στήσομαι, ἀλλ᾽ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν     90

ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,

πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς

εἰρύσαθ᾽, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.

ἦ κ᾽ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,

ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδ᾽ ἐκέλευεν        95

ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.

τὼ οὐκ ἔστ᾽ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·

αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.

καὶ δ᾽ ἄλλως τοῦ γ᾽ ἰθὺ βέλος πέτετ᾽, οὐδ᾽ ἀπολήγει

πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ       100

ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα

νικήσει᾽, οὐδ᾽ εἰ παγχάλκεος εὔχεται εἶναι.

τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·

ἥρως ἀλλ᾽ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν

εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης     105

ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·

ἣ μὲν γὰρ Διός ἐσθ᾽, ἣ δ᾽ ἐξ ἁλίοιο γέροντος.

ἀλλ᾽ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν

λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.

ς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,   110

βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.

οὐδ᾽ ἔλαθ᾽ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην

ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·

ἣ δ᾽ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·

φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη  115

ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.

Αἰνείας ὅδ᾽ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ

ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.

ἀλλ᾽ ἄγεθ᾽, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω

αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ       120

παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμ

δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι

ἀθανάτων, οἳ δ᾽ αὖτ᾽ ἀνεμώλιοι οἳ τὸ πάρος περ

Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.

πάντες δ᾽ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες   125

τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι

σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα

γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.

εἰ δ᾽ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς

δείσετ᾽ ἔπειθ᾽, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ 130

ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.

τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Ποσειδάων ἐνοσίχθων·

Ἥρη μὴ χαλέπαινε παρ᾽ ἐκ νόον· οὐδέ τί σε χρή.

οὐκ ἂν ἔγωγ᾽ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι

ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν· 135

ἀλλ᾽ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες

ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δ᾽ ἄνδρεσσι μελήσει.

εἰ δέ κ᾽ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,

ἢ Ἀχιλῆ᾽ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,

αὐτίκ᾽ ἔπειτα καὶ ἄμμι παρ᾽ αὐτόθι νεῖκος ὀρεῖται     140

φυλόπιδος· μάλα δ᾽ ὦκα διακρινθέντας ὀΐω

ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθ᾽ ὁμήγυριν ἄλλων

ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.

ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης

τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο  145

ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη

ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,

ὁππότε μιν σεύαιτο ἀπ᾽ ἠϊόνος πεδίον δέ.

ἔνθα Ποσειδάων κατ᾽ ἄρ᾽ ἕζετο καὶ θεοὶ ἄλλοι,

ἀμφὶ δ᾽ ἄρ᾽ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο· 150

οἳ δ᾽ ἑτέρωσε καθῖζον ἐπ᾽ ὀφρύσι Καλλικολώνης

ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.

ὣς οἳ μέν ῥ᾽ ἑκάτερθε καθήατο μητιόωντες

βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο

ὄκνεον ἀμφότεροι, Ζεὺς δ᾽ ἥμενος ὕψι κέλευε.    155

τῶν δ᾽ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ

ἀνδρῶν ἠδ᾽ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν

ὀρνυμένων ἄμυδις. δύο δ᾽ ἀνέρες ἔξοχ᾽ ἄριστοι

ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι

Αἰνείας τ᾽ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.     160

Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει

νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν

πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.

Πηλεΐδης δ᾽ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς

σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν        165

ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων

ἔρχεται, ἀλλ᾽ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν

δουρὶ βάλῃ ἐάλη τε χανών, περί τ᾽ ἀφρὸς ὀδόντας

γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,

οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν        170

μαστίεται, ἑὲ δ᾽ αὐτὸν ἐποτρύνει μαχέσασθαι,

γλαυκιόων δ᾽ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ

ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·

ὣς Ἀχιλῆ᾽ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ

ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.      175

οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,

τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·

Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν

ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει

ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι  180

τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμ᾽ ἐξεναρίξῃς,

οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·

εἰσὶν γάρ οἱ παῖδες, ὃ δ᾽ ἔμπεδος οὐδ᾽ ἀεσίφρων.

ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων

καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι  185

αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σ᾽ ἔολπα τὸ ῥέξειν.

ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.

ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα

σεῦα κατ᾽ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι

καρπαλίμως; τότε δ᾽ οὔ τι μετατροπαλίζεο φεύγων. 190

ἔνθεν δ᾽ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν

πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,

ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας

ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.

ἀλλ᾽ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ    195

βάλλεαι· ἀλλά σ᾽ ἔγωγ᾽ ἀναχωρήσαντα κελεύω

ἐς πληθὺν ἰέναι, μηδ᾽ ἀντίος ἵστασ᾽ ἐμεῖο,

πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.

τὸν δ᾽ αὖτ᾽ Αἰνείας ἀπαμείβετο φώνησέν τε·

Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς        200

ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς

μὲν κερτομίας ἠδ᾽ αἴσυλα μυθήσασθαι.

ἴδμεν δ᾽ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας

πρόκλυτ᾽ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·

ὄψει δ᾽ οὔτ᾽ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτ᾽ ἄρ᾽ ἐγὼ σούς.  205

φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,

μητρὸς δ᾽ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·

αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο

εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστ᾽ Ἀφροδίτη·

τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται    210

σήμερον· οὐ γάρ φημ᾽ ἐπέεσσί γε νηπυτίοισιν

ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.

εἰ δ᾽ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ᾽ ἐῢ εἰδῇς

ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·

Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,     215

κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ

ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,

ἀλλ᾽ ἔθ᾽ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.

Δάρδανος αὖ τέκεθ᾽ υἱὸν Ἐριχθόνιον βασιλῆα,

ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·    220

τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο

θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.

τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,

ἵππῳ δ᾽ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·

αἳ δ᾽ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.        225

αἳ δ᾽ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,

ἄκρον ἐπ᾽ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·

ἀλλ᾽ ὅτε δὴ σκιρτῷεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης,

ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.

Τρῶα δ᾽ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·    230

Τρωὸς δ᾽ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο

Ἶλός τ᾽ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,

ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·

τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν

κάλλεος εἵνεκα οἷο ἵν᾽ ἀθανάτοισι μετείη.   235

Ἶλος δ᾽ αὖ τέκεθ᾽ υἱὸν ἀμύμονα Λαομέδοντα·

Λαομδων δ᾽ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε

Λάμπόν τε Κλυτίον θ᾽ Ἱκετάονά τ᾽ ὄζον Ἄρηος·

Ἀσσάρακος δὲ Κάπυν, ὃ δ᾽ ἄρ᾽ Ἀγχίσην τέκε παῖδα·

αὐτὰρ ἔμ᾽ Ἀγχίσης, Πρίαμος δ᾽ ἔτεχ᾽ Ἕκτορα δῖον.   240

ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.

Ζεὺς δ᾽ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε

ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.

ἀλλ᾽ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς

ἑσταότ᾽ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.     245

ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι

πολλὰ μάλ᾽, οὐδ᾽ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.

στρεπτὴ δὲ γλῶσσ᾽ ἐστὶ βροτῶν, πολέες δ᾽ ἔνι μῦθοι

παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.

ὁπποῖόν κ᾽ εἴπῃσθα ἔπος, τοῖόν κ᾽ ἐπακούσαις.  250

ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη

νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,

αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο

νεικεῦσ᾽ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι

πόλλ᾽ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.    255

ἀλκῆς δ᾽ οὔ μ᾽ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα

πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλ᾽ ἄγε θᾶσσον

γευσόμεθ᾽ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.

ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος

σμερδαλέῳ· μέγα δ᾽ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.       260

Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ

ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος

ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο

νήπιος, οὐδ᾽ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν

ὡς οὐ ῥηΐδι᾽ ἐστὶ θεῶν ἐρικυδέα δῶρα   265

ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ᾽ ὑποείκειν.

οὐδὲ τότ᾽ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος

ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·

ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δ᾽ ἄρ᾽ ἔτι τρεῖς

ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,   270

τὰς δύο χαλκείας, δύο δ᾽ ἔνδοθι κασσιτέροιο,

τὴν δὲ μίαν χρυσῆν, τῇ ῥ᾽ ἔσχετο μείλινον ἔγχος.

δεύτερος αὖτ᾽ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,

καὶ βάλεν Αἰνείαο κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην

ἄντυγ᾽ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός,  275

λεπτοτάτη δ᾽ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ

Πηλιὰς ἤϊξεν μελίη, λάκε δ᾽ ἀσπὶς ὑπ᾽ αὐτῆς.

Αἰνείας δ᾽ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ᾽ ἀνέσχε

δείσας· ἐγχείη δ᾽ ἄρ᾽ ὑπὲρ νώτου ἐνὶ γαίῃ

ἔστη ἱεμένη, διὰ δ᾽ ἀμφοτέρους ἕλε κύκλους       280

ἀσπίδος ἀμφιβρότης· ὃ δ᾽ ἀλευάμενος δόρυ μακρὸν

ἔστη, κὰδ δ᾽ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,

ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς

ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ

σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ      285

Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γ᾽ ἄνδρε φέροιεν,

οἷοι νῦν βροτοί εἰσ᾽· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.

ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ

ἢ κόρυθ᾽ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,

τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα, 290

εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·

αὐτίκα δ᾽ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·

ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,

ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι

πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο    295

νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.

ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει

μὰψ ἕνεκ᾽ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δ᾽ αἰεὶ

δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;

ἀλλ᾽ ἄγεθ᾽ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,  300

μή πως καὶ Κρονίδης κεχολώσε