Ὁμήρου Ἰλιὰς Ζ

 

(ed. D. B. Monro and T. W. Allen. Oxford, 1920)

 

Τρώων δ᾽ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·

πολλὰ δ᾽ ἄρ᾽ ἔνθα καὶ ἔνθ᾽ ἴθυσε μάχη πεδίοιο

ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα

μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.

Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν  5

Τρώων ῥῆξε φάλαγγα, φόως δ᾽ ἑτάροισιν ἔθηκεν,

ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο

υἱὸν Ἐϋσσώρου Ἀκάμαντ᾽ ἠΰν τε μέγαν τε.

Τόν ῥ᾽ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,

ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ᾽ ἄρ᾽ ὀστέον εἴσω  10

αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.

Ἄξυλον δ᾽ ἄρ᾽ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης

Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ

ἀφνειὸς βιότοιο, φίλος δ᾽ ἦν ἀνθρώποισι.

Πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.       15

Ἀλλά οἱ οὔ τις τῶν γε τότ᾽ ἤρκεσε λυγρὸν ὄλεθρον

πρόσθεν ὑπαντιάσας, ἀλλ᾽ ἄμφω θυμὸν ἀπηύρα

αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθ᾽ ἵππων

ἔσκεν ὑφηνίοχος· τὼ δ᾽ ἄμφω γαῖαν ἐδύτην.

Δρῆσον δ᾽ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·    20

βῆ δὲ μετ᾽ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη

νηῒς Ἀβαρβαρέη τέκ᾽ ἀμύμονι Βουκολίωνι.

Βουκολων δ᾽ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος

πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·

ποιμαίνων δ᾽ ἐπ᾽ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,  25

ἣ δ᾽ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.

Καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα

Μηκιστηϊάδης καὶ ἀπ᾽ ὤμων τεύχε᾽ ἐσύλα.

στύαλον δ᾽ ἄρ᾽ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·

Πιδύτην δ᾽ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν        30

ἔγχεϊ χαλκείῳ, Τεῦκρος δ᾽ Ἀρετάονα δῖον.

Ἀντίλοχος δ᾽ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ

Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ᾽ ὄχθας

Πήδασον αἰπεινήν. Φύλακον δ᾽ ἕλε Λήϊτος ἥρως       35

φεύγοντ᾽· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.

Ἄδρηστον δ᾽ ἄρ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος

ζωὸν ἕλ᾽· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο

ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα

ἄξαντ᾽ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην     40

πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,

αὐτὸς δ᾽ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη

πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη

Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.

Ἄδρηστος δ᾽ ἄρ᾽ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·      45

ζώγρει Ἀτρέος υἱέ, σὺ δ᾽ ἄξια δέξαι ἄποινα·

πολλὰ δ᾽ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται

χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,

τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι᾽ ἄποινα

εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν.    50

Ὣς φάτο, τῷ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·

καὶ δή μιν τάχ᾽ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν

δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλ᾽ Ἀγαμέμνων

ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·

ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως      55

ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον

πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον

χεῖράς θ᾽ ἡμετέρας, μηδ᾽ ὅν τινα γαστέρι μήτηρ

κοῦρον ἐόντα φέροι, μηδ᾽ ὃς φύγοι, ἀλλ᾽ ἅμα πάντες

Ἰλίου ἐξαπολοίατ᾽ ἀκήδεστοι καὶ ἄφαντοι.  60

Ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως

αἴσιμα παρειπών· ὃ δ᾽ ἀπὸ ἕθεν ὤσατο χειρὶ

ἥρω᾽ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων

οὖτα κατὰ λαπάρην· ὃ δ᾽ ἀνετράπετ᾽, Ἀτρεΐδης δὲ

λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.   65

Νέστωρ δ᾽ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·

ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος

μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε

μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,

ἀλλ᾽ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι        70

νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.

Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

Ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ᾽ Ἀχαιῶν

Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,

εἰ μὴ ἄρ᾽ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς     75

Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχ᾽ ἄριστος·

Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα

Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ᾽ ἄριστοι

πᾶσαν ἐπ᾽ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,

στῆτ᾽ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων    80

πάντῃ ἐποιχόμενοι πρὶν αὖτ᾽ ἐν χερσὶ γυναικῶν

φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.

Αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,

ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ᾽ αὖθι μένοντες,

καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει· 85

Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δ᾽ ἔπειτα

μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς

νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ

οἴξασα κληῖδι θύρας ἱεροῖο δόμοιο

πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος 90

εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,

θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,

κα οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ

ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ᾽ ἐλεήσῃ

ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,     95

ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς

ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,

ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.

Οὐδ᾽ Ἀχιλῆά ποθ᾽ ὧδέ γ᾽ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,

ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλ᾽ ὅδε λίην  100

μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.

Ὣς ἔφαθ᾽, Ἕκτωρ δ᾽ οὔ τι κασιγνήτῳ ἀπίθησεν.

Αὐτίκα δ᾽ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,

πάλλων δ᾽ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ

τρνων μαχσασθαι, γειρε δ φλοπιν ανν. 105

Ο δ λελχθησαν κα ναντοι σταν χαιν·

ργεοι δ πεχρησαν, λξαν δ φνοιο,

φν δ τιν θαντων ξ ορανο στερεντος

Τρωσν λεξσοντα κατελθμεν, ς λλιχθεν.

κτωρ δ Τρεσσιν κκλετο μακρν ἀΰσας·     110

Τρες πρθυμοι τηλεκλειτο τ πκουροι

νρες στε φλοι, μνσασθε δ θοριδος λκς,

φρ ν γ βεω προτ λιον, δ γρουσιν

επω βουλευτσι κα μετρς λχοισι

δαμοσιν ρσασθαι, ποσχσθαι δ κατμβας.       115

ς ρα φωνσας πβη κορυθαολος κτωρ·

μφ δ μιν σφυρ τπτε κα αχνα δρμα κελαινν

ντυξ πυμτη θεν σπδος μφαλοσσης.

Γλακος δ ππολχοιο πϊς κα Τυδος υἱὸς

ς μσον μφοτρων συντην μεματε μχεσθαι.     120

Ο δ τε δ σχεδν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντε,

τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·

τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;

οὐ μὲν γάρ ποτ᾽ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ

τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων       125

σῷ θάρσει, ὅ τ᾽ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·

δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.

Εἰ δέ τις ἀθανάτων γε κατ᾽ οὐρανοῦ εἰλήλουθας,

οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.

Οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος  130

δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·

ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας

σεῦε κατ᾽ ἠγάθεον Νυσήϊον· αἳ δ᾽ ἅμα πᾶσαι

θύσθλα χαμαὶ κατέχευαν ὑπ᾽ ἀνδροφόνοιο Λυκούργου

θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς      135

δύσεθ᾽ ἁλὸς κατὰ κῦμα, Θέτις δ᾽ ὑπεδέξατο κόλπῳ

δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.

Τῷ μὲν ἔπειτ᾽ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,

καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδ᾽ ἄρ᾽ ἔτι δὴν

ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·     140

οὐδ᾽ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.

Εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,

ἆσσον ἴθ᾽ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ᾽ ἵκηαι.

Τὸν δ᾽ αὖθ᾽ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·

Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;      145

οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.

Φύλλα τὰ μέν τ᾽ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ᾽ ὕλη

τηλεθόωσα φύει, ἔαρος δ᾽ ἐπιγίγνεται ὥρη·

ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δ᾽ ἀπολήγει.

Εἰ δ᾽ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ᾽ ἐῢ εἰδῇς  150

ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·

ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,

ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ᾽ ἀνδρῶν,

Σίσυφος Αἰολίδης· ὃ δ᾽ ἄρα Γλαῦκον τέκεθ᾽ υἱόν,

αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·       155

τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν

ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,

ὅς ῥ᾽ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,

Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.

Τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ᾽ Ἄντεια   160

κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι

πεῖθ᾽ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.

Ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·

τεθναίης ὦ Προῖτ᾽, ἢ κάκτανε Βελλεροφόντην,

ὅς μ᾽ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ. 165

Ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·

κτεῖναι μέν ῥ᾽ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,

πέμπε δέ μιν Λυκίην δέ, πόρεν δ᾽ ὅ γε σήματα λυγρὰ

γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,

δεῖξαι δ᾽ ἠνώγειν ᾧ πενθερῷ ὄφρ᾽ ἀπόλοιτο.      170

Αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπ᾽ ἀμύμονι πομπῇ.

Ἀλλ᾽ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,

προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·

ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.

Ἀλλ᾽ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς   175

καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι

ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.

Αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,

πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε

πεφνέμεν· ἣ δ᾽ ἄρ᾽ ἔην θεῖον γένος οὐδ᾽ ἀνθρώπων, 180

πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,

δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,

καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.

Δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·

καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.    185

Τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.

Τῷ δ᾽ ἄρ᾽ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·

κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους

εἷσε λόχον· τοὶ δ᾽ οὔ τι πάλιν οἶκον δὲ νέοντο·

πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.    190

Ἀλλ᾽ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα

αὐτοῦ μιν κατέρυκε, δίδου δ᾽ ὅ γε θυγατέρα ἥν,

δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·

καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων

καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.       195

Ἣ δ᾽ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ

Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.

Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,

ἣ δ᾽ ἔτεκ᾽ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.

Ἀλλ᾽ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,  200

ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο

ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·

Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο

μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·

τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.     205

Ἱππόλοχος δέ μ᾽ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·

πέμπε δέ μ᾽ ἐς Τροίην, καί μοι μάλα πόλλ᾽ ἐπέτελλεν

αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,

μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ᾽ ἄριστοι

ἔν τ᾽ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.  210

Ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.

Ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·

ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,

αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·

ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·  215

Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην

ξείνισ᾽ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ᾽ ἐρύξας·

οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·

Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,

Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον     220

καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ᾽ ἐμοῖσι.

Τυδέα δ᾽ οὐ μέμνημαι, ἐπεί μ᾽ ἔτι τυτθὸν ἐόντα

κάλλιφ᾽, ὅτ᾽ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.

Τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ

εἰμί, σὺ δ᾽ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.    225

Ἔγχεα δ᾽ ἀλλήλων ἀλεώμεθα καὶ δι᾽ ὁμίλου·

πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ᾽ ἐπίκουροι

κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,

πολλοὶ δ᾽ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.

Τεύχεα δ᾽ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε        230

γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ᾽ εἶναι.

Ὣς ἄρα φωνήσαντε καθ᾽ ἵππων ἀΐξαντε

χεῖράς τ᾽ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·

ἔνθ᾽ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,

ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχε᾽ ἄμειβε   235

χρύσεα χαλκείων, ἑκατόμβοι᾽ ἐννεαβοίων.

Ἕκτωρ δ᾽ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,

ἀμφ᾽ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες

εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε

καὶ πόσιας· ὃ δ᾽ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει    240

πάσας ἑξείης· πολλῇσι δὲ κήδε᾽ ἐφῆπτο.

Ἀλλ᾽ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ᾽ ἵκανε

ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ

πεντήκοντ᾽ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο

πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες   245

κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,

κουράων δ᾽ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς

δώδεκ᾽ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο

πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ

κοιμῶντο Πριάμοιο παρ᾽ αἰδοίῃς ἀλόχοισιν·        250

ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ

Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·

ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·

τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;

ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν 255

μαρνάμενοι περὶ ἄστυ· σὲ δ᾽ ἐνθάδε θυμὸς ἀνῆκεν

ἐλθόντ᾽ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.

Ἀλλὰ μέν᾽ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,

ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι

πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.       260

Ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,

ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.

Τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·

μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,

μή μ᾽ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·    265

χερσὶ δ᾽ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον

ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι

αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.

Ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης

ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·   270

πέπλον δ᾽, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος

ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,

τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,

καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ

ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ᾽ ἐλεήσῃ  275

ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,

αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς

ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.

Ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης

ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω   280

αἴ κ᾽ ἐθέλῃσ᾽ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι

γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα

Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.

Εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ᾽ Ἄϊδος εἴσω

φαίην κε φρέν᾽ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.   285

Ὣς ἔφαθ᾽, ἣ δὲ μολοῦσα ποτὶ μέγαρ᾽ ἀμφιπόλοισι

κέκλετο· ταὶ δ᾽ ἄρ᾽ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.

Αὐτὴ δ᾽ ἐς θάλαμον κατε